ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11-16
Tyndale House Greek New Testament
11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12 ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει. 13 ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
14 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ [a]γεινώσκω τὰ ἐμά, καὶ [b]γεινώσκουσί με τὰ ἐμά, 15 καθὼς [c]γεινώσκει με ὁ πατὴρ κἀγὼ [d]γεινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
Read full chapterFootnotes
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14 γεινώσκω P45(vid γειν[ω) P66 P75(vid γει[ν) א B* D; γινωσκω P44 A B2 K L W Δ Ψ 69 1424; γινοσκω Θ
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14 γεινώσκουσί P45* P75 א B* D2(-ουσιν); γινωσκουσι P66 B2 L W(-ουσιν); γεινωσιν D*; γεινωσκει P45c; γινωσκομαι A K(-ομε) Δ Ψ 69 1424; γινοσκομαι Θ
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15 γεινώσκει P45 P66 P75 A B* D W Θ; γινωσκει B2 K L Δ Ψ 69 1424; γινωσκι א
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15 γεινώσκω P45 P75(vid γ̣ειν[ω) B* D; γεινοσκω Θ; γινωσκω P66 א A B2 K L W Δ Ψ 69 1424
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends







