ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:1-11
Tyndale House Greek New Testament
2 Καὶ ἐν τῷ συνπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό. 2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι 3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς [a]καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν 4 καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
5 Ἦσαν δὲ [b]ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. 6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7 ἐξίσταντο δὲ [c]πάντες καὶ ἐθαύμαζον λέγοντες· οὐχ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8 καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, 9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμεῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 11 Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ;
Read full chapterFootnotes
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:3 καὶ ἐκάθισεν א2 B; και εκαθισαν א*; ♦ εκαθισεν τε A C3 E Ψ 69 1424; εκαθισαν τε Dc; εκαθισεν δε C*; και εκαθισαν τε D*; unclear P74(.ο]ς εκαθι̣σεν[ )
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:5 ἐν Ἱερουσαλὴμ א2 B C D E Ψ 69 1424; εις ιερουσαλημ א* A
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:7 πάντες1 א2 A C E Ψ 1424; απαντες א*; ♦ omit B D 69
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.