ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5-15
SBL Greek New Testament
5 Καὶ ὅταν [a]προσεύχησθε, οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, [b]ὅπως φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω [c]ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει [d]σοι.
7 Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται· 8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ [e]ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, 10 ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ [f]ἐπὶ γῆς· 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς [g]ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ [h]πονηροῦ. 14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς [i]ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5 προσεύχησθε, οὐκ ἔσεσθε ὡς WH Treg NIV ] προσεύχῃ οὐκ ἔσῃ ὥσπερ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5 ὅπως WH Treg NIV ] + ἂν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5 ὑμῖν WH Treg NIV ] + ὅτι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:6 σοι WH Treg NIV ] + ἐν τῷ φανερῷ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:8 ὁ Treg NIV RP ] + θεὸς ὁ WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:10 ἐπὶ WH Treg NIV ] + τῆς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:12 ἀφήκαμεν WH Treg NIV ] ἀφίεμεν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:13 πονηροῦ WH Treg NIV ] + Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοῦς αἰῶνας Ἀμήν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:15 ἀνθρώποις Holmes WHmarg NA ] + τὰ παραπτώματα αὐτῶν WH Treg NIV RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 11:1-13
SBL Greek New Testament
11 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ. 2 εἶπεν δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· [a]Πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία [b]σου· 3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν· 4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς [c]πειρασμόν.
5 Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, 6 ἐπειδὴ φίλος [d]μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· 7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. 8 λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι [e]φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ [f]ὅσων χρῄζει.
9 Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· 10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 11 τίνα δὲ [g]ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ [h]υἱὸς ἰχθύν, [i]καὶ ἀντὶ ἰχθύος ὄφιν [j]αὐτῷ ἐπιδώσει; 12 ἢ καὶ [k]αἰτήσει ᾠόν, [l]ἐπιδώσει αὐτῷ σκορπίον; 13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:2 Πάτερ WH Treg NIV ] + ἡμῶν ὁ ἐν τοῖς οὐρανοις RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:2 σου WH Treg NIV ] + Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῳ καὶ ἐπὶ τῆς γῆς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:4 πειρασμόν WH Treg NIV ] + ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:6 μου WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:8 φίλον αὐτοῦ WH Treg NIV ] αὐτοῦ φίλον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:8 ὅσων WH Treg NIV ] ὅσον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 ἐξ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 υἱὸς WH NIV ] + ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ ἢ καὶ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 καὶ NIV ] μὴ WH Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:11 αὐτῷ ἐπιδώσει WH Treg NIV ] ἐπιδώσει αὐτῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:12 αἰτήσει WH Treg NIV ] ἐὰν αἰτήσῃ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 11:12 ἐπιδώσει WH NIV ] μὴ ἐπιδώσει Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software