Add parallel Print Page Options

22 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν [a]ἐν παραβολαῖς αὐτοῖς λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου [b]ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, [c]ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, [d]ὃς δὲ [e]ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. [f]ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους [g]ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας [h]οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ [i]γάμος ἀνακειμένων. 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12 καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. 13 τότε [j]ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας [k]ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:1 ἐν παραβολαῖς αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἐν παραβολαῖς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:4 ἡτοίμακα WH Treg NIV ] ἡτοίμασα RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:5 *ὃς WH Treg NIV ] ὁ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:5 *ὃς WH Treg NIV ] ὁ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:5 ἐπὶ WH Treg NIV ] εἰς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:7 ὁ δὲ βασιλεὺς WH Treg NIV ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:9 ἐὰν WH Treg NIV ] ἂν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:10 οὓς WH NIV ] ὅσους Treg RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:10 γάμος Treg NIV RP ] νυμφὼν WH
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:13 ὁ βασιλεὺς εἶπεν WH Treg NIV ] εἶπεν ὁ βασιλεὺς RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:13 ἐκβάλετε αὐτὸν WH Treg NIV ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP