Add parallel Print Page Options

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ [a]ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων [b]ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· 15 ἄλλοι [c]δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι [d]προφήτης ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ [e]ὁ Ἡρῴδης [f]ἔλεγεν· Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος [g]ἠγέρθη.

17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ [h]ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἔλεγον WH NIV ] ἔλεγεν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἐγήγερται ἐκ νεκρῶν WH Treg NIV ] ἐκ νεκρῶν ἠγέρθη RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 δὲ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 προφήτης WH Treg NIV ] + ἐστίν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἔλεγεν WH Treg NIV ] εἶπεν ὅτι RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἠγέρθη WH NA ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:20 ἠπόρει WH NIV ] ἐποίει Treg RP