ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2-8
SBL Greek New Testament
2 [a]Καθὼς γέγραπται ἐν [b]τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· [c]Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν [d]σου· 3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 4 ἐγένετο Ἰωάννης [e]ὁ βαπτίζων ἐν τῇ [f]ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται [g]πάντες, καὶ ἐβαπτίζοντο [h]ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 [i]καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. 7 καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· 8 [j]ἐγὼ ἐβάπτισα [k]ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς [l]ἐν πνεύματι ἁγίῳ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 Καθὼς WH Treg NIV ] Ὡς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 τῷ Ἠσαΐᾳ τῷ προφήτῃ WH Treg NIV ] τοῖς προφήταις RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 Ἰδοὺ WH Treg NIV ] + ἐγὼ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 σου WH Treg NIV ] + ἔμπροσθέν σου RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:4 ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:4 ἐρήμῳ WH ] + καὶ Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:5 πάντες καὶ ἐβαπτίζοντο WH Treg NIV ] καὶ ἐβαπτίζοντο πάντες RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:5 ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ WH Treg NIV ] ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:6 καὶ ἦν WH Treg NIV ] Ἦν δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:8 ἐγὼ WH Treg NIV ] + μὲν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:8 ὑμᾶς WH NIV ] + ἐν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 1:8 ἐν Treg NIV RP ] – WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software