Add parallel Print Page Options

41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ [a]αὐτήν, 42 λέγων ὅτι Εἰ ἔγνως [b]ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς [c]εἰρήνην— νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ [d]παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν [e]λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς [f]πωλοῦντας, 46 λέγων αὐτοῖς· Γέγραπται· [g]Καὶ ἔσται ὁ οἶκός μου οἶκος [h]προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

47 Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχ [i]εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

20 Καὶ ἐγένετο ἐν μιᾷ τῶν [j]ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ [k]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, καὶ εἶπαν [l]λέγοντες πρὸς αὐτόν· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς [m]κἀγὼ λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, [n]ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι· καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· [o]Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. 10 [p]καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος [q]δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ [r]ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν. 11 καὶ προσέθετο [s]ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο [t]τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως [u]τοῦτον ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς [v]ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· [w]ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία· 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο. 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν. 19 καὶ ἐζήτησαν οἱ [x]γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν [y]τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς [z]εἶπεν τὴν παραβολὴν ταύτην.

20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, [aa]ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· 22 ἔξεστιν [ab]ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς [ac]αὐτούς· 24 [ad]Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; [ae]ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος. 25 ὁ δὲ εἶπεν [af]πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι [ag]τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [ah]ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος [ai]ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ [aj]ὁ δεύτερος 31 καὶ ὁ τρίτος ἔλαβεν [ak]αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον· 32 ὕστερον [al]καὶ ἡ γυνὴ ἀπέθανεν. 33 [am]ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

34 [an]Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ [ao]γαμίσκονται, 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε [ap]γαμίζονται· 36 [aq]οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί [ar]εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ [as]καὶ θεὸν Ἰσαὰκ [at]καὶ θεὸν Ἰακώβ· 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας· 40 οὐκέτι [au]γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.

41 Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν [av]εἶναι Δαυὶδ υἱόν; 42 [aw]αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· [ax]Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυὶδ οὖν [ay]αὐτὸν κύριον καλεῖ, καὶ πῶς [az]αὐτοῦ υἱός ἐστιν;

45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς [ba]μαθηταῖς· 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.

21 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας [bb]εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. εἶδεν δέ [bc]τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ [bd]λεπτὰ δύο, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα [be]ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· [bf]πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ [bg]δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς [bh]πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.

Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ [bi]λίθῳ ὃς οὐ καταλυθήσεται.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:41 αὐτήν WH Treg NIV ] αὐτῇ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ WH NIV ] καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ Treg; καὶ σύ καί γε ἐν τῇ ἡμέρᾳ σου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 εἰρήνην WH NIV ] + σου Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:43 παρεμβαλοῦσιν WH Treg NIV ] περιβαλοῦσιν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:44 λίθον ἐπὶ λίθον ἐν σοί WH Treg NIV ] ἐν σοὶ λίθον ἐπὶ λίθῳ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:45 πωλοῦντας WH Treg NIV ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 Καὶ ἔσται WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 προσευχῆς WH Treg NIV ] + ἐστίν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:48 εὕρισκον NIV RP ] ηὕρισκον WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἡμερῶν WH Treg NIV ] + ἐκείνων RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἀρχιερεῖς WH Treg NIV ] ἱερεῖς RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:2 λέγοντες πρὸς αὐτόν WH NIV ] πρὸς αὐτόν λέγοντες RP; πρὸς αὐτόν Treg
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:3 κἀγὼ WH Treg NIV ] + ἕνα RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:6 ὁ λαὸς ἅπας WH Treg NIV ] πᾶς ὁ λαὸς RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:9 Ἄνθρωπος WH Treg NIV RP ] + τις NA
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 καὶ WH Treg NIV ] + ἐν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 δώσουσιν WH Treg NIV ] δῶσιν RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 ἐξαπέστειλαν αὐτὸν δείραντες WH NIV ] δείραντες αὐτὸν ἐξαπέστειλαν Treg RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:11 ἕτερον πέμψαι WH Treg NIV ] πέμψαι ἕτερον RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:12 τρίτον πέμψαι WH Treg NIV ] πέμψαι τρίτον RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:13 τοῦτον WH Treg NIV ] + ἰδόντες RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀλλήλους WH Treg NIV ] ἑαυτούς RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀποκτείνωμεν WH Treg NIV ] δεῦτε ἀποκτείνωμεν RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 γραμματεῖς καὶ οἱ ἀρχιερεῖς WH Treg NIV ] ἀρχιερεῖς καὶ οἱ γραμματεῖς RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 τὸν λαόν WH Treg NIV ] – RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 εἶπεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην εἶπεν RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:20 ὥστε WH Treg NIV ] εἰς τὸ RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:22 ἡμᾶς WH Treg NIV ] ἡμῖν RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:23 αὐτούς WH Treg NIV ] + Τί με πειράζετε RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 Δείξατέ WH Treg NIV ] Ἐπιδείξατέ RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 ἀποκριθέντες Treg RP ] οἱ WH NIV
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:25 πρὸς αὐτούς Τοίνυν ἀπόδοτε WH Treg NIV ] αὐτοῖς Ἀπόδοτε τοίνυν RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:26 τοῦ WH ] αὐτοῦ Treg NIV RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:27 ἀντιλέγοντες NIV RP ] λέγοντες WH Treg
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:28 WH Treg NIV ] ἀποθάνῃ RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:30 ὁ δεύτερος WH Treg NIV ] ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα καὶ οὑτὸς ἀπέθανεν ἄτεκνος RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:31 αὐτήν WH Treg NIV ] + ὡσαύτως RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:32 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NIV ] δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:33 ἡ γυνὴ οὖν ἐν τῇ WH NIV ] ἐν τῇ οὖν Treg RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 Καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 γαμίσκονται WH Treg NIV ] ἐκγαμίσκονται RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:35 γαμίζονται WH Treg NIV ] ἐκγαμίζονται RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 οὐδὲ WH Treg NIV ] οὔτε RP
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 εἰσιν WH Treg NIV ] + τοῦ RP
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:40 γὰρ WH Treg NIV ] δὲ RP
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:41 εἶναι Δαυὶδ υἱόν WH NIV ] υἱὸν Δαυὶδ εἶναι Treg RP
  49. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:42 αὐτὸς γὰρ WH NIV ] καὶ αὐτὸς Treg RP
  50. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:42 Εἶπεν WH Treg NIV ] + ὁ RP
  51. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:44 αὐτὸν κύριον WH Treg ] κύριον αὐτὸν NIV RP
  52. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:44 αὐτοῦ υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ RP
  53. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:45 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP NA
  54. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:1 εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NIV ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP
  55. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 τινα WH Treg NIV ] + καὶ RP
  56. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 λεπτὰ δύο WH Treg NIV ] δύο λεπτά RP
  57. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:3 ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NIV
  58. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντες WH NIV ] ἅπαντες Treg RP
  59. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 δῶρα WH NIV ] + τοῦ θεοῦ Treg RP
  60. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντα WH Treg NIV ] ἅπαντα RP
  61. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:6 λίθῳ Treg NIV RP ] + ὧδε WH