Add parallel Print Page Options

ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.

11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 [a]μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ [b]ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ [c]σκορπίζει—

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12 μισθωτὸς WH NIV ] + δέ Treg RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12 ἔστιν WH Treg NIV ] εἰσιν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12 σκορπίζει WH Treg NIV ] + τὰ πρόβατα RP