ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:7-18
SBL Greek New Testament
7 Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα [a]γνῶτε τὰ περὶ [b]ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν), 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος [c]Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα [d]σταθῆτε τέλειοι καὶ [e]πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. 13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει [f]πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ [g]Νύμφαν καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν. 16 καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ [h]Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ’ [i]ὑμῶν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:8 γνῶτε WH Treg NIV ] γνῷ RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:8 ἡμῶν WH Treg NIV ] ὑμῶν RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:12 Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NIV
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:12 σταθῆτε WH Treg NIV ] στῆτε RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:12 πεπληροφορημένοι WH Treg NIV ] πεπληρωμένοι RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:13 πολὺν πόνον WH Treg NIV ] ζῆλον πολὺν RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:15 Νύμφαν καὶ … οἶκον αὐτῆς WH NIV ] Νυμφᾶν καὶ … οἶκον αὐτῶν Treg; Νυμφᾶν καὶ … οἶκον αὐτοῦ RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:16 Λαοδικέων WH Treg NIV ] Λαοδικαίων RP
- ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:18 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software