Add parallel Print Page Options

19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [a][δι’ αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ [b]ἐν τοῖς οὐρανοῖς· 21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς— 22 νυνὶ δὲ [c]ἀποκατηλλάγητε ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου— παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 δι’ αὐτοῦ WH RP NA ] – Treg NIV
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 ἐν WH Treg NIV ] ἐπὶ RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:22 ἀποκατηλλάγητε Holmes ] ἀποκατήλλαξεν WH Treg NIV RP