Add parallel Print Page Options

31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ [a]μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

13 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. [b]καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, [c]καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη [d]μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. [e]καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, [f]καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα [g]καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ [h]ἡ ἀγάπη, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡ ἀγάπη οὐδέποτε [i]πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. ἐκ μέρους [j]γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, [k]τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, [l]ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· [m]ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:31 μείζονα WH Treg NIV ] κρείττονα RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν Treg NIV RP ] κἂν WH
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν NIV RP ] κἂν WH Treg
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 μεθιστάναι Treg NIV ] μεθιστάνειν WH RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 *καὶ ἐὰν RP ] κἂν WH Treg NIV
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 *καὶ ἐὰν Treg NIV RP ] κἂν WH
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:4 ἡ ἀγάπη Treg NIV RP ] – WH
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:8 πίπτει WH Treg NIV ] ἐκπίπτει RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:9 γὰρ WH Treg NIV ] δὲ RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:10 τὸ WH Treg NIV ] τότε τὸ RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:11 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NIV ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:11 ὅτε WH Treg NIV ] + δὲ RP

Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν. ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι’ αὐτοῦ. 10 ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς [a]ἠγαπήκαμεν τὸν θεόν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. 11 ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. 12 θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ [b]ἐν ἡμῖν τετελειωμένη ἐστιν.

13 Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. 14 καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. 15 ὃς [c]ἐὰν ὁμολογήσῃ ὅτι [d]Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ. 16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν.

Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ [e]μένει. 17 ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 4:10 ἠγαπήκαμεν WH NIV ] ἠγαπήσαμεν Treg RP
  2. ΙΩΑΝΝΟΥ Α΄ 4:12 ἐν ἡμῖν τετελειωμένη ἐστιν NIV ] τετελειωμένη ἐν ἡμῖν ἐστίν WH Treg; τετελειωμένη ἐστιν ἐν ἡμῖν RP
  3. ΙΩΑΝΝΟΥ Α΄ 4:15 ἐὰν WH NIV ] ἂν Treg RP
  4. ΙΩΑΝΝΟΥ Α΄ 4:15 Ἰησοῦς Treg NIV RP ] +Χριστός WH
  5. ΙΩΑΝΝΟΥ Α΄ 4:16 μένει WH NIV RP ] – Treg

38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε [a]ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις 39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:38 ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις WH Treg NIV ] δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα RP

19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.

Read full chapter