Add parallel Print Page Options

Χριστοῦ οὖν [a]παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ [b]παθὼν σαρκὶ πέπαυται [c]ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς [d]γὰρ ὁ παρεληλυθὼς [e]χρόνος τὸ [f]βούλημα τῶν ἐθνῶν [g]κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως [h]ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 4:1 παθόντος WH Treg NIV] + ὑπὲρ ἡμῶν RP
  2. ΠΕΤΡΟΥ Α΄ 4:1 παθὼν WH Treg NIV] + ἐν RP
  3. ΠΕΤΡΟΥ Α΄ 4:1 ἁμαρτίας Treg NIV RP] ἁμαρτίαις WH
  4. ΠΕΤΡΟΥ Α΄ 4:3 γὰρ WH Treg NIV] + ἡμῖν RP
  5. ΠΕΤΡΟΥ Α΄ 4:3 χρόνος WH Treg NIV] + τοῦ βίου RP
  6. ΠΕΤΡΟΥ Α΄ 4:3 βούλημα WH Treg NIV] θέλημα RP
  7. ΠΕΤΡΟΥ Α΄ 4:3 κατειργάσθαι WH Treg NIV] κατεργάσασθαι RP
  8. ΠΕΤΡΟΥ Α΄ 4:5 ἔχοντι κρῖναι Treg NIV RP] κρίνοντι WH

χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.

Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς [a]ἰδίᾳ δόξῃ καὶ ἀρετῇ, δι’ ὧν τὰ [b]τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν [c]τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην· ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ [d]ἁμαρτημάτων. 10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε· 11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 1:3 ἰδίᾳ δόξῃ καὶ ἀρετῇ Treg NIV] διὰ δόξης καὶ ἀρετῆς WH RP
  2. ΠΕΤΡΟΥ Β΄ 1:4 τίμια καὶ μέγιστα ἡμῖν WH NIV] μέγιστα καὶ τίμια ἡμῖν Treg; τίμια ἡμῖν καὶ μέγιστα RP
  3. ΠΕΤΡΟΥ Β΄ 1:4 τῷ WH Treg NIV] – RP
  4. ΠΕΤΡΟΥ Β΄ 1:9 ἁμαρτημάτων Treg] ἁμαρτιῶν WH NIV RP

14 [a]Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ [b]εὐαγγέλιον τοῦ θεοῦ 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 εὐαγγέλιον WH Treg NIV ] + τῆς βασιλείας RP

35 ὃς γὰρ [a]ἐὰν θέλῃ τὴν [b]ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν [c]ἀπολέσει τὴν [d]ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου [e]σώσει αὐτήν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἐὰν WH Treg NIV ] ἂν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἀπολέσει WH Treg NIV ] ἀπολέσῃ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 σώσει WH Treg NIV ] οὗτος σώσει RP