Add parallel Print Page Options

16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ [a]γάρ μοί ἐστιν ἐὰν μὴ [b]εὐαγγελίσωμαι. 17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 τίς οὖν [c]μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ [d]εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:16 γάρ WH Treg NIV ] δέ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:16 εὐαγγελίσωμαι WH Treg NIV ] εὐαγγελίζωμαι RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:18 μού WH Treg NIV ] μοί RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:18 εὐαγγέλιον WH Treg NIV ] + τοῦ Χριστοῦ RP