Add parallel Print Page Options

Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς [a]ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα [b]ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο [c]ποιήσας;

Ἐγὼ μὲν γάρ, [d]ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν [e]Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν [f]Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ [g]κυρίου.

Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα [h]ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 [i]οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις [j]καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ [k]ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ [l]μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, 13 τοὺς δὲ ἔξω ὁ θεὸς [m]κρίνει; [n]ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:1 ἔθνεσιν WH Treg NIV ] + ὀνομάζεται RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:2 ἀρθῇ WH Treg NIV ] ἐξαρθῇ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:2 ποιήσας Treg RP ] πράξας WH NIV
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:3 ἀπὼν WH Treg NIV ] ὡς ἀπὼν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:4 *Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:4 *Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:5 κυρίου WH NIV ] + Ἰησοῦ Treg RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:7 ἡμῶν WH Treg NIV ] + ὑπὲρ ἡμῶν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 οὐ WH Treg NIV ] καὶ οὐ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 καὶ WH Treg NIV ] ἢ RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 ὠφείλετε WH Treg NIV ] ὀφείλετε RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:12 μοι WH Treg NIV ] + καί RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:13 κρίνει WH Treg ] κρινεῖ NIV RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:13 ἐξάρατε WH Treg NIV ] Καί ἐξαρεῖτε RP