Add parallel Print Page Options

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει [a]με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, [b]Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα [c]μαχαίρης, [d]ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 με γὰρ WH Treg NIV ] γὰρ με RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 Σαμψών WH Treg NIV ] τε καὶ Σαμψών καὶ RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 μαχαίρης WH Treg NIV ] μαχαίρας RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 ἐδυναμώθησαν WH Treg NIV ] ἐνεδυναμώθησαν RP