ΠΕΤΡΟΥ Α΄ 4
SBL Greek New Testament
4 Χριστοῦ οὖν [a]παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ [b]παθὼν σαρκὶ πέπαυται [c]ἁμαρτίας, 2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. 3 ἀρκετὸς [d]γὰρ ὁ παρεληλυθὼς [e]χρόνος τὸ [f]βούλημα τῶν ἐθνῶν [g]κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. 4 ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· 5 οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως [h]ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς· 6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.
7 Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε [i]εἰς προσευχάς· 8 πρὸ [j]πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη [k]καλύπτει πλῆθος ἁμαρτιῶν· 9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ [l]γογγυσμοῦ· 10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· 11 εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος [m]ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς [n]ἀναπαύεται. 15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος· 16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ [o]ὀνόματι τούτῳ. 17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; 18 καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, [p]ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; 19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ [q]θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς [r]αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
Footnotes
- ΠΕΤΡΟΥ Α΄ 4:1 παθόντος WH Treg NIV] + ὑπὲρ ἡμῶν RP
- ΠΕΤΡΟΥ Α΄ 4:1 παθὼν WH Treg NIV] + ἐν RP
- ΠΕΤΡΟΥ Α΄ 4:1 ἁμαρτίας Treg NIV RP] ἁμαρτίαις WH
- ΠΕΤΡΟΥ Α΄ 4:3 γὰρ WH Treg NIV] + ἡμῖν RP
- ΠΕΤΡΟΥ Α΄ 4:3 χρόνος WH Treg NIV] + τοῦ βίου RP
- ΠΕΤΡΟΥ Α΄ 4:3 βούλημα WH Treg NIV] θέλημα RP
- ΠΕΤΡΟΥ Α΄ 4:3 κατειργάσθαι WH Treg NIV] κατεργάσασθαι RP
- ΠΕΤΡΟΥ Α΄ 4:5 ἔχοντι κρῖναι Treg NIV RP] κρίνοντι WH
- ΠΕΤΡΟΥ Α΄ 4:7 εἰς WH Treg NIV] + τὰς RP
- ΠΕΤΡΟΥ Α΄ 4:8 πάντων WH Treg NIV] + δὲ RP
- ΠΕΤΡΟΥ Α΄ 4:8 καλύπτει WH Treg NIV] καλύψει RP
- ΠΕΤΡΟΥ Α΄ 4:9 γογγυσμοῦ WH Treg NIV] + γογγυσμῶν RP
- ΠΕΤΡΟΥ Α΄ 4:11 ἧς WH Treg NIV] ὡς RP
- ΠΕΤΡΟΥ Α΄ 4:14 ἀναπαύεται WH Treg NIV] + κατὰ μὲν αὐτοὺς βλασφημεῖται κατὰ δὲ ὑμᾶς δοξάζεται RP
- ΠΕΤΡΟΥ Α΄ 4:16 ὀνόματι WH Treg NIV] μέρει RP
- ΠΕΤΡΟΥ Α΄ 4:18 ὁ Treg NIV RP] + δὲ WH
- ΠΕΤΡΟΥ Α΄ 4:19 θεοῦ WH Treg NIV] + ὡς RP
- ΠΕΤΡΟΥ Α΄ 4:19 αὐτῶν Treg NIV RP] – WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software