Add parallel Print Page Options

ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· [a]ἀπιστοῦσιν δὲ [b]λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.

Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 2:7 ἀπιστοῦσιν WH Treg NIV] ἀπειθοῦσιν RP
  2. ΠΕΤΡΟΥ Α΄ 2:7 λίθος WH Treg NIV] Λίθον RP