Add parallel Print Page Options

25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ [a]ἀκρασίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου [b]καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς [c]αὐτοῦ καθαρόν.

27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι [d]παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:25 ἀκρασίας WH Treg NIV ] ἀδικίας RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 καὶ τῆς παροψίδος WH Treg NIV RP ] WHmarg NA
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 αὐτοῦ WH Treg NIV ] αὐτῶν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:27 παρομοιάζετε WH NIV RP ] ὁμοιάζετε Treg