Add parallel Print Page Options

12 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς [a]λαλεῖν· Ἀμπελῶνα [b]ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ [c]τῶν καρπῶν τοῦ ἀμπελῶνος· [d]καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· [e]κἀκεῖνον [f]ἐκεφαλίωσαν καὶ [g]ἠτίμασαν. [h]καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, [i]οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες. ἔτι [j]ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν [k]ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. ἐκεῖνοι δὲ οἱ γεωργοὶ [l]πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. καὶ λαβόντες [m]ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. [n]τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 [o]καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν [p]δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. 17 [q]ὁ δὲ Ἰησοῦς εἶπεν [r]αὐτοῖς· [s]Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ [t]ἐξεθαύμαζον ἐπ’ αὐτῷ.

18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ [u]ἐπηρώτων αὐτὸν λέγοντες· 19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ [v]μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν [w]γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν [x]μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· 22 καὶ [y]οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα· [z]ἔσχατον πάντων [aa]καὶ ἡ γυνὴ ἀπέθανεν. 23 ἐν τῇ ἀναστάσει [ab]ὅταν ἀναστῶσιν τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

24 [ac]ἔφη αὐτοῖς ὁ Ἰησοῦς· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε [ad]γαμίζονται, ἀλλ’ εἰσὶν ὡς [ae]ἄγγελοι ἐν τοῖς οὐρανοῖς· 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου [af]πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ [ag]ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν [ah]θεὸς νεκρῶν [ai]ἀλλὰ ζώντων· [aj]πολὺ πλανᾶσθε.

28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, [ak]ἰδὼν ὅτι καλῶς [al]ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν [am]ἐντολὴ πρώτη πάντων; 29 [an]ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι Πρώτη [ao]ἐστίν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [ap]τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος [aq]σου. 31 [ar]δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 [as]καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης [at]τῆς καρδίας καὶ ἐξ ὅλης τῆς [au]συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν [av]περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ ὁ Ἰησοῦς ἰδὼν [aw]αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς [ax]Δαυίδ ἐστιν; 36 [ay]αὐτὸς Δαυὶδ εἶπεν ἐν [az]τῷ πνεύματι τῷ ἁγίῳ· [ba]Εἶπεν [bb]κύριος τῷ κυρίῳ μου· [bc]Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου [bd]ὑποκάτω τῶν ποδῶν σου. 37 [be]αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν [bf]αὐτοῦ ἐστιν υἱός; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

38 Καὶ [bg]ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.

41 Καὶ [bh]καθίσας [bi]κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ [bj]εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων [bk]ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:1 λαλεῖν WH Treg NIV ] λέγειν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:1 ἄνθρωπος ἐφύτευσεν WH NIV ] ἐφύτευσεν ἄνθρωπος Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:2 τῶν καρπῶν WH Treg NIV ] τοῦ καρποῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:3 καὶ WH Treg NIV ] Οἱ δὲ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:4 κἀκεῖνον WH Treg NIV ] + λιθοβολήσαντες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:4 ἐκεφαλίωσαν WH NIV ] ἐκεφαλαίωσαν Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:4 ἠτίμασαν WH NIV ] ἠτίμησαν Treg; ἀπέστειλαν ἠτιμωμένον RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:5 καὶ WH Treg NIV ] + πάλιν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:5 οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες WH Treg NIV ] τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:6 ἕνα … ἀπέστειλεν WH Treg NIV ] οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:6 ἔσχατον πρὸς αὐτοὺς WH Treg NIV ] πρὸς αὐτοὺς ἔσχατον RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:7 πρὸς ἑαυτοὺς εἶπαν WH Treg NIV ] εἶπον πρὸς ἑαυτοὺς RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:8 ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν WH Treg NIV ] αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:9 τί WH ] + οὖν Treg NIV RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:14 καὶ WH Treg NIV ] Οἱ δὲ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:14 δοῦναι κῆνσον Καίσαρι WH Treg NIV ] κῆνσον Καίσαρι δοῦναι RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 ὁ δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 αὐτοῖς Treg NIV RP ] – WH
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 Τὰ Καίσαρος ἀπόδοτε WH Treg NIV ] Ἀπόδοτε τὰ Καίσαρος RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:17 ἐξεθαύμαζον WH NIV ] ἐθαύμαζον Treg; ἐθαύμασαν RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:18 ἐπηρώτων WH Treg NIV ] ἐπηρώτησαν RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:19 μὴ ἀφῇ τέκνον WH NIV ] τέκνα μὴ ἀφῇ Treg RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:19 γυναῖκα WH Treg NIV ] + αὐτοῦ RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:21 μὴ καταλιπὼν WH Treg NIV ] καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:22 οἱ ἑπτὰ WH Treg NIV ] ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:22 ἔσχατον WH Treg NIV ] Ἐσχάτη RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:22 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NIV ] ἀπέθανεν καὶ ἡ γυνή RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:23 ὅταν ἀναστῶσιν RP NA ] –WH Treg NIV
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:25 γαμίζονται WH Treg NIV ] γαμίσκονται RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:25 ἄγγελοι WH NIV ] + οἱ Treg RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:26 πῶς WH Treg NIV ] ὡς RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:26 ὁ θεὸς … καὶ ὁ NIV RP ] θεὸς … καὶ WH Treg
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 θεὸς WH Treg NA ] ὁ θεὸς NIV RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 ἀλλὰ WH Treg NIV ] + θεὸς RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:27 πολὺ WH NIV ] ὑμεῖς οὖν πολὺ Treg RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἰδὼν Treg NIV ] εἰδὼς WH RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἀπεκρίθη αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἀπεκρίθη RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:28 ἐντολὴ πρώτη πάντων WH Treg NIV ] πρώτη πάντων ἐντολή RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἀπεκρίθη ὁ Ἰησοῦς WH NIV ] + αὐτῷ Treg; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29 ἐστίν WH Treg NIV ] πάντων τῶν ἐντολῶν RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 τῆς Treg NIV RP ] – WH
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:30 σου WH NIV] + αὕτη πρώτη ἐντολή Treg RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:31 δευτέρα WH NIV ] + ὁμοία Treg; Καὶ δευτέρα ὁμοία RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:32 καὶ Treg NIV RP ] – WH
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 τῆς Treg NIV RP ] – WH
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 συνέσεως WH NIV ] + καὶ ἐξ ὅλης τῆς ψυχῆς Treg RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:33 περισσότερόν WH Treg NIV ] πλεῖόν RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:34 αὐτὸν WH Treg RP NA ] – NIV
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:35 Δαυίδ ἐστιν WH Treg NIV ] ἐστιν Δαυίδ RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 αὐτὸς WH NIV ] + γὰρ Treg RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 τῷ πνεύματι τῷ WH Treg NIV ] πνεύματι RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 Εἶπεν WH NIV ] Λέγει Treg RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 κύριος WH Treg NIV ] ὁ κύριος RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 Κάθου WH NIV RP ] Κάθισον Treg
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 ὑποκάτω WH NIV ] ὑποπόδιον Treg RP
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτὸς WH Treg NIV ] + οὖν RP
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτοῦ ἐστιν υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ ἐστιν RP
  59. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:38 ἐν … αὐτοῦ ἔλεγεν WH Treg NIV ] ἔλεγεν αὐτοῖς ἐν … αὐτοῦ RP
  60. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:41 καθίσας WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  61. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:41 κατέναντι WH NIV RP ] ἀπέναντι Treg
  62. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43 εἶπεν WH Treg NIV ] λέγει RP
  63. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43 ἔβαλεν WH Treg NIV ] βέβληκεν RP