Add parallel Print Page Options

35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης [a]οἱ υἱοὶ Ζεβεδαίου λέγοντες [b]αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν [c]σε ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε [d]ποιήσω ὑμῖν; 37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς [e]σου ἐκ δεξιῶν καὶ εἷς ἐξ [f]ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 οἱ Treg NIV RP ] + δύο WH
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 αὐτῷ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:35 σε WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:36 ποιήσω WH Treg ] με ποιήσω NIV; ποιῆσαί με RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 σου ἐκ δεξιῶν WH Treg NIV ] ἐκ δεξιῶν σου RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:37 ἀριστερῶν WH Treg NIV ] εὐωνύμων σου RP