Add parallel Print Page Options

Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.

Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. ὁ λέγων [a]ὅτι Ἔγνωκα αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ’ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν· ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ [b]αὐτὸς περιπατεῖν.

[c]Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ’ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν [d]ἠκούσατε. πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10 ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν· 11 ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.

12 Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ· 13 γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς· γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. 14 [e]ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα· ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν.

15 Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· 16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν· 17 καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.

18 Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε [f]ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19 ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ [g]ἐξ ἡμῶν ἦσαν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. 20 καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου [h]καὶ οἴδατε [i]πάντες· 21 οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. 22 τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23 πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· [j]ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει. 24 [k]ὑμεῖς ὃ ἠκούσατε ἀπ’ ἀρχῆς, ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. 25 καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.

26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27 καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ [l]μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ [m]αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, [n]μένετε ἐν αὐτῷ.

28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα [o]ἐὰν φανερωθῇ [p]σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29 ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε [q]ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 2:4 ὅτι WH Treg NIV ] – RP
  2. ΙΩΑΝΝΟΥ Α΄ 2:6 αὐτὸς WH Treg ] + οὕτως NIV RP
  3. ΙΩΑΝΝΟΥ Α΄ 2:7 Ἀγαπητοί WH Treg NIV ] Ἀδελφοί RP
  4. ΙΩΑΝΝΟΥ Α΄ 2:7 ἠκούσατε WH Treg NIV ] + ἀπ᾽ ἀρχῆς RP
  5. ΙΩΑΝΝΟΥ Α΄ 2:14 ἔγραψα WH Treg NIV ] Γράφω RP
  6. ΙΩΑΝΝΟΥ Α΄ 2:18 ὅτι WH Treg NIV ] + ὁ RP
  7. ΙΩΑΝΝΟΥ Α΄ 2:19 ἐξ ἡμῶν ἦσαν WH Treg NIV ] ἦσαν ἐξ ἡμῶν RP
  8. ΙΩΑΝΝΟΥ Α΄ 2:20 καὶ Treg NIV RP ] – WH
  9. ΙΩΑΝΝΟΥ Α΄ 2:20 πάντες WH NIV ] πάντα Treg RP
  10. ΙΩΑΝΝΟΥ Α΄ 2:23 ὁ ὁμολογῶν … ἔχει WH Treg NIV ] – RP
  11. ΙΩΑΝΝΟΥ Α΄ 2:24 ὑμεῖς WH Treg NIV ] + οὐν RP
  12. ΙΩΑΝΝΟΥ Α΄ 2:27 μένει ἐν ὑμῖν WH Treg NIV ] ἐν ὑμῖν μένει RP
  13. ΙΩΑΝΝΟΥ Α΄ 2:27 αὐτοῦ WH Treg NIV ] αὐτὸ RP
  14. ΙΩΑΝΝΟΥ Α΄ 2:27 μένετε WH Treg NIV] μενεῖτε RP
  15. ΙΩΑΝΝΟΥ Α΄ 2:28 ἐὰν WH Treg NIV ] ὅταν RP
  16. ΙΩΑΝΝΟΥ Α΄ 2:28 σχῶμεν WH Treg NIV ] ἔχῶμεν RP
  17. ΙΩΑΝΝΟΥ Α΄ 2:29 ὅτι WH RP ] + καὶ NIV Treg

τεκνια μου ταυτα γραφω υμιν ινα μη αμαρτητε και εαν τις αμαρτη παρακλητον εχομεν προς τον πατερα ιησουν χριστον δικαιον

και αυτος ιλασμος εστιν περι των αμαρτιων ημων ου περι των ημετερων δε μονον αλλα και περι ολου του κοσμου

και εν τουτω γινωσκομεν οτι εγνωκαμεν αυτον εαν τας εντολας αυτου τηρωμεν

ο λεγων οτι εγνωκα αυτον και τας εντολας αυτου μη τηρων ψευστης εστιν και εν τουτω η αληθεια ουκ εστιν

ος δ αν τηρη αυτου τον λογον αληθως εν τουτω η αγαπη του θεου τετελειωται εν τουτω γινωσκομεν οτι εν αυτω εσμεν

ο λεγων εν αυτω μενειν οφειλει καθως εκεινος περιεπατησεν και αυτος περιπατειν

αγαπητοι ουκ εντολην καινην γραφω υμιν αλλ εντολην παλαιαν ην ειχετε απ αρχης η εντολη η παλαια εστιν ο λογος ον ηκουσατε

παλιν εντολην καινην γραφω υμιν ο εστιν αληθες εν αυτω και εν υμιν οτι η σκοτια παραγεται και το φως το αληθινον ηδη φαινει

ο λεγων εν τω φωτι ειναι και τον αδελφον αυτου μισων εν τη σκοτια εστιν εως αρτι

10 ο αγαπων τον αδελφον αυτου εν τω φωτι μενει και σκανδαλον εν αυτω ουκ εστιν

11 ο δε μισων τον αδελφον αυτου εν τη σκοτια εστιν και εν τη σκοτια περιπατει και ουκ οιδεν που υπαγει οτι η σκοτια ετυφλωσεν τους οφθαλμους αυτου

12 γραφω υμιν τεκνια οτι αφεωνται υμιν αι αμαρτιαι δια το ονομα αυτου

13 γραφω υμιν πατερες οτι εγνωκατε τον απ αρχης γραφω υμιν νεανισκοι οτι νενικηκατε τον πονηρον εγραψα υμιν παιδια οτι εγνωκατε τον πατερα

14 εγραψα υμιν πατερες οτι εγνωκατε τον απ αρχης εγραψα υμιν νεανισκοι οτι ισχυροι εστε και ο λογος [του θεου] εν υμιν μενει και νενικηκατε τον πονηρον

15 μη αγαπατε τον κοσμον μηδε τα εν τω κοσμω εαν τις αγαπα τον κοσμον ουκ εστιν η αγαπη του πατρος εν αυτω

16 οτι παν το εν τω κοσμω η επιθυμια της σαρκος και η επιθυμια των οφθαλμων και η αλαζονεια του βιου ουκ εστιν εκ του πατρος αλλ εκ του κοσμου εστιν

17 και ο κοσμος παραγεται και η επιθυμια [αυτου] ο δε ποιων το θελημα του θεου μενει εις τον αιωνα

18 παιδια εσχατη ωρα εστιν και καθως ηκουσατε οτι αντιχριστος ερχεται και νυν αντιχριστοι πολλοι γεγονασιν οθεν γινωσκομεν οτι εσχατη ωρα εστιν

19 εξ ημων εξηλθαν αλλ ουκ ησαν εξ ημων ει γαρ εξ ημων ησαν μεμενηκεισαν αν μεθ ημων αλλ ινα φανερωθωσιν οτι ουκ εισιν παντες εξ ημων

20 και υμεις χρισμα εχετε απο του αγιου οιδατε παντες

21 ουκ εγραψα υμιν οτι ουκ οιδατε την αληθειαν αλλ οτι οιδατε αυτην και οτι παν ψευδος εκ της αληθειας ουκ εστιν

22 τις εστιν ο ψευστης ει μη ο αρνουμενος οτι ιησους ουκ εστιν ο χριστος ουτος εστιν ο αντιχριστος ο αρνουμενος τον πατερα και τον υιον

23 πας ο αρνουμενος τον υιον ουδε τον πατερα εχει ο ομολογων τον υιον και τον πατερα εχει

24 υμεις ο ηκουσατε απ αρχης εν υμιν μενετω εαν εν υμιν μεινη ο απ αρχης ηκουσατε και υμεις εν τω υιω και [εν] τω πατρι μενειτε

25 και αυτη εστιν η επαγγελια ην αυτος επηγγειλατο ημιν την ζωην την αιωνιον

26 ταυτα εγραψα υμιν περι των πλανωντων υμας

27 και υμεις το χρισμα ο ελαβετε απ αυτου μενει εν υμιν και ου χρειαν εχετε ινα τις διδασκη υμας αλλ ως το αυτου χρισμα διδασκει υμας περι παντων και αληθες εστιν και ουκ εστιν ψευδος και καθως εδιδαξεν υμας μενετε εν αυτω

28 και νυν τεκνια μενετε εν αυτω ινα εαν φανερωθη σχωμεν παρρησιαν και μη αισχυνθωμεν απ αυτου εν τη παρουσια αυτου

29 εαν ειδητε οτι δικαιος εστιν γινωσκετε οτι πας ο ποιων την δικαιοσυνην εξ αυτου γεγεννηται

My dear children,(A) I write this to you so that you will not sin. But if anybody does sin, we have an advocate(B) with the Father—Jesus Christ, the Righteous One. He is the atoning sacrifice for our sins,(C) and not only for ours but also for the sins of the whole world.(D)

Love and Hatred for Fellow Believers

We know(E) that we have come to know him(F) if we keep his commands.(G) Whoever says, “I know him,”(H) but does not do what he commands is a liar, and the truth is not in that person.(I) But if anyone obeys his word,(J) love for God[a] is truly made complete in them.(K) This is how we know(L) we are in him: Whoever claims to live in him must live as Jesus did.(M)

Dear friends,(N) I am not writing you a new command but an old one, which you have had since the beginning.(O) This old command is the message you have heard. Yet I am writing you a new command;(P) its truth is seen in him and in you, because the darkness is passing(Q) and the true light(R) is already shining.(S)

Anyone who claims to be in the light but hates a brother or sister[b](T) is still in the darkness.(U) 10 Anyone who loves their brother and sister[c] lives in the light,(V) and there is nothing in them to make them stumble.(W) 11 But anyone who hates a brother or sister(X) is in the darkness and walks around in the darkness.(Y) They do not know where they are going, because the darkness has blinded them.(Z)

Reasons for Writing

12 I am writing to you, dear children,(AA)
    because your sins have been forgiven on account of his name.(AB)
13 I am writing to you, fathers,
    because you know him who is from the beginning.(AC)
I am writing to you, young men,
    because you have overcome(AD) the evil one.(AE)

14 I write to you, dear children,(AF)
    because you know the Father.
I write to you, fathers,
    because you know him who is from the beginning.(AG)
I write to you, young men,
    because you are strong,(AH)
    and the word of God(AI) lives in you,(AJ)
    and you have overcome the evil one.(AK)

On Not Loving the World

15 Do not love the world or anything in the world.(AL) If anyone loves the world, love for the Father[d] is not in them.(AM) 16 For everything in the world—the lust of the flesh,(AN) the lust of the eyes,(AO) and the pride of life—comes not from the Father but from the world. 17 The world and its desires pass away,(AP) but whoever does the will of God(AQ) lives forever.

Warnings Against Denying the Son

18 Dear children, this is the last hour;(AR) and as you have heard that the antichrist is coming,(AS) even now many antichrists have come.(AT) This is how we know it is the last hour. 19 They went out from us,(AU) but they did not really belong to us. For if they had belonged to us, they would have remained with us; but their going showed that none of them belonged to us.(AV)

20 But you have an anointing(AW) from the Holy One,(AX) and all of you know the truth.[e](AY) 21 I do not write to you because you do not know the truth, but because you do know it(AZ) and because no lie comes from the truth. 22 Who is the liar? It is whoever denies that Jesus is the Christ. Such a person is the antichrist—denying the Father and the Son.(BA) 23 No one who denies the Son has the Father; whoever acknowledges the Son has the Father also.(BB)

24 As for you, see that what you have heard from the beginning(BC) remains in you. If it does, you also will remain in the Son and in the Father.(BD) 25 And this is what he promised us—eternal life.(BE)

26 I am writing these things to you about those who are trying to lead you astray.(BF) 27 As for you, the anointing(BG) you received from him remains in you, and you do not need anyone to teach you. But as his anointing teaches you about all things(BH) and as that anointing is real, not counterfeit—just as it has taught you, remain in him.(BI)

God’s Children and Sin

28 And now, dear children,(BJ) continue in him, so that when he appears(BK) we may be confident(BL) and unashamed before him at his coming.(BM)

29 If you know that he is righteous,(BN) you know that everyone who does what is right has been born of him.(BO)

Footnotes

  1. 1 John 2:5 Or word, God’s love
  2. 1 John 2:9 The Greek word for brother or sister (adelphos) refers here to a believer, whether man or woman, as part of God’s family; also in verse 11; and in 3:15, 17; 4:20; 5:16.
  3. 1 John 2:10 The Greek word for brother and sister (adelphos) refers here to a believer, whether man or woman, as part of God’s family; also in 3:10; 4:20, 21.
  4. 1 John 2:15 Or world, the Father’s love
  5. 1 John 2:20 Some manuscripts and you know all things