ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α 5
Tyndale House Greek New Testament
5 Πρεσβυτέρους [a]οὖν [b]τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συνπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ [c]ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως [d]κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως· 3 μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· 4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5 Ὁμοίως νεώτεροι, ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 6 ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
8 Νήψατε, γρηγορήσατε, ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινὰ καταπιεῖν· 9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν [e]κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
10 Ὁ δὲ θεὸς πάσης χάριτος ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν [f]χριστῷ, ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει. 11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ, εἰς ἣν στῆτε.
13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου.
14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν χριστῷ.
ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α
Footnotes
- ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α 5:1 οὖν P72 א A B Ψ; omit K L P 69 1424
- ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α 5:1 τοὺς א K L P Ψ 69 1424; omit P72 A B
- ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α 5:2 ἐπισκοποῦντες P72 א2 A K L P Ψ 69 1424; omit א* B
- ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α 5:2 κατὰ θεόν P72 א A P Ψ 69; omit B K L 1424
- ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α 5:9 κόσμῳ A K L P Ψ 0206 69 1424; ♦ τω κοσμω P72 א B
- ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α 5:10 χριστῷ א 0206(vid); τω χριστω B; ♦ χριστω ιησου P72 A K L P Ψ 69 1424
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends







