Add parallel Print Page Options

43 Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. 44 ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς [a]ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ [b]τῶν διωκόντων ὑμᾶς· 45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ [c]ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι [d]τὸ αὐτὸ ποιοῦσιν; 47 καὶ ἐὰν ἀσπάσησθε τοὺς [e]ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ [f]ἐθνικοὶ [g]τὸ αὐτὸ ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι [h]ὡς ὁ πατὴρ ὑμῶν ὁ [i]οὐράνιος τέλειός ἐστιν.

Προσέχετε [j]δὲ τὴν [k]δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.

Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ [l]κρυπτῷ ἀποδώσει [m]σοι.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44 ὑμῶν WH Treg NIV ] + εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44 τῶν WH Treg NIV ] + ἐπηρεαζόντων ὑμᾶς καὶ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:45 ἐν WH Treg NIV ] + τοῖς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:46 τὸ αὐτὸ WH NIV RP ] οὕτως Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 ἀδελφοὺς WH Treg NIV ] φίλους RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 ἐθνικοὶ WH Treg NIV ] τελῶναι RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 τὸ αὐτὸ WH Treg NIV ] οὕτως RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48 ὡς WH Treg NIV ] ὥσπερ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48 οὐράνιος WH Treg NIV ] ἐν τοῖς οὐρανοῖς RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:1 δὲ WH NA ] Treg NIV RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:1 δικαιοσύνην WH Treg NIV ] ἐλεημοσύνην RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:4 κρυπτῷ WH Treg NIV ] + αὑτὸς RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:4 σοι WH Treg NIV ] + ἐν τῷ φανερῷ RP