ΚΑΤΑ ΜΑΡΚΟΝ 8:11-26
SBL Greek New Testament
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη [a]ζητεῖ σημεῖον; ἀμὴν λέγω [b]ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺς [c]πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.
14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς [d]ἀλλήλους ὅτι ἄρτους οὐκ [e]ἔχουσιν. 17 καὶ [f]γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; [g]πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους [h]κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. 20 ὅτε [i]καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; [j]καὶ λέγουσιν αὐτῷ· Ἑπτά. 21 καὶ ἔλεγεν αὐτοῖς· [k]Οὔπω συνίετε;
22 Καὶ [l]ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ [m]ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι [n]βλέπεις; 24 καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 εἶτα πάλιν [o]ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ [p]διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς [q]ἅπαντα. 26 καὶ ἀπέστειλεν αὐτὸν [r]εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην [s]εἰσέλθῃς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ζητεῖ σημεῖον WH Treg NIV ] σημεῖον ἐπιζητεῖ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ὑμῖν Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:13 πάλιν ἐμβὰς WH NA ] πάλιν ἐμβὰς εἰς πλοῖον Treg; ἐμβὰς πάλιν εἰς τὸ πλοῖον NIV; ἐμβὰς πάλιν εἰς πλοῖον RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἀλλήλους WH Treg NA ] + λέγοντες NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἔχουσιν WH Treg NA ] ἔχομεν NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 γνοὺς WH NA ] + ὁ Ἰησοῦς Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 πεπωρωμένην WH Treg NIV ] Ἔτι πεπωρωμένην RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:19 κλασμάτων πλήρεις WH Treg NIV ] πλήρεις κλασμάτων RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ NIV ] – WH NA; δὲ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ λέγουσιν αὐτῷ WH NIV ] οἱ δὲ εἶπον Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:21 Οὔπω WH NIV ] Πῶς Treg; Πῶς οὐ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:22 ἔρχονται WH Treg NIV ] ἔρχεται RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:23 ἐξήνεγκεν WH Treg NIV ] ἐξήγαγεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:23 βλέπεις WH NIV ] βλέπει Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 ἐπέθηκεν NIV RP ] ἔθηκεν WH Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν WH Treg NIV ] ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 ἅπαντα WH Treg NIV ] ἅπαντας RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰς WH Treg NIV ] + τὸν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰσέλθῃς WH NIV ] + μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software