Add parallel Print Page Options

32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ [a]Ἰάκωβον καὶ Ἰωάννην μετ’ [b]αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, 34 καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ [c]προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα, 36 καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον [d]τοῦτο ἀπ’ ἐμοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ [e]ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 καὶ [f]πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ [g]αὐτῶν οἱ ὀφθαλμοὶ [h]καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί [i]ἀποκριθῶσιν αὐτῷ. 41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε [j]τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:33 Ἰάκωβον καὶ Treg NIV RP ] τὸν Ἰάκωβον καὶ τὸν WH NA
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:33 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:35 προελθὼν μικρὸν ἔπιπτεν WH NIV ] προσελθὼν μικρὸν ἔπεσεν Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:36 τοῦτο ἀπ᾽ ἐμοῦ WH Treg NIV ] ἀπ᾽ ἐμοῦ τοῦτο RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:38 ἔλθητε WH NIV ] εἰσέλθητε Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NIV ] ἐλθὼν εὗρεν αὐτοὺς Treg; ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 αὐτῶν οἱ ὀφθαλμοὶ WH NIV ] οἱ ὀφθαλμοὶ αὐτῶν Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 καταβαρυνόμενοι WH Treg NIV ] βεβαρημένοι RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:40 ἀποκριθῶσιν αὐτῷ WH Treg NIV ] αὐτῷ ἀποκριθῶσιν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:41 τὸ WH NIV ] – Treg RP