Add parallel Print Page Options

Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ [a]χριστοῦ.

[b]Καθὼς γέγραπται ἐν [c]τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· [d]Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν [e]σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης [f]ὁ βαπτίζων ἐν τῇ [g]ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται [h]πάντες, καὶ ἐβαπτίζοντο [i]ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. [j]καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· [k]ἐγὼ ἐβάπτισα [l]ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς [m]ἐν πνεύματι ἁγίῳ.

Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη [n]εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. 10 καὶ [o]εὐθὺς ἀναβαίνων [p]ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα [q]ὡς περιστερὰν καταβαῖνον [r]εἰς αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν [s]σοὶ εὐδόκησα.

12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 καὶ [t]ἦν ἐν τῇ ἐρήμῳ [u]τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.

14 [v]Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ [w]εὐαγγέλιον τοῦ θεοῦ 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

16 [x]Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν [y]ἀδελφὸν Σίμωνος [z]ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 καὶ [aa]εὐθὺς ἀφέντες τὰ [ab]δίκτυα ἠκολούθησαν αὐτῷ. 19 καὶ [ac]προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶ [ad]εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ [ae]εὐθὺς τοῖς σάββασιν [af]ἐδίδασκεν εἰς τὴν συναγωγήν. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶ [ag]εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν 24 λέγων· [ah]Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ [ai]φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν [aj]ἅπαντες, ὥστε συζητεῖν [ak]πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; [al]διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 [am]καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς [an]πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

29 Καὶ [ao]εὐθὺς ἐκ τῆς συναγωγῆς [ap]ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ [aq]εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς [ar]χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ [as]πυρετός, καὶ διηκόνει αὐτοῖς.

32 Ὀψίας δὲ γενομένης, ὅτε [at]ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ [au]ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν [av]αὐτόν.

35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. 36 καὶ [aw]κατεδίωξεν αὐτὸν [ax]Σίμων καὶ οἱ μετ’ αὐτοῦ, 37 καὶ [ay]εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες [az]ζητοῦσίν σε. 38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν [ba]ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ [bb]ἐξῆλθον. 39 καὶ [bc]ἦλθεν κηρύσσων [bd]εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.

40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ [be]γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 41 [bf]καὶ [bg]ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα [bh]αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι· 42 καὶ [bi]εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 καὶ ἐμβριμησάμενος αὐτῷ [bj]εὐθὺς ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω [bk]ἐπ’ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν [bl]πάντοθεν.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:1 χριστοῦ WH ] + υἱοῦ θεοῦ Treg NIV; υἱοῦ τοῦ θεοῦ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 Καθὼς WH Treg NIV ] Ὡς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 τῷ Ἠσαΐᾳ τῷ προφήτῃ WH Treg NIV ] τοῖς προφήταις RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 Ἰδοὺ WH Treg NIV ] + ἐγὼ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:2 σου WH Treg NIV ] + ἔμπροσθέν σου RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:4 WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:4 ἐρήμῳ WH ] + καὶ Treg NIV RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:5 πάντες καὶ ἐβαπτίζοντο WH Treg NIV ] καὶ ἐβαπτίζοντο πάντες RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:5 ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ WH Treg NIV ] ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:6 καὶ ἦν WH Treg NIV ] Ἦν δὲ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:8 ἐγὼ WH Treg NIV ] + μὲν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:8 ὑμᾶς WH NIV ] + ἐν Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:8 ἐν Treg NIV RP ] – WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:9 εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου WH Treg NIV ] ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 ἐκ WH Treg NIV ] ἀπὸ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 ὡς WH Treg NIV ] ὡσεὶ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 εἰς WH Treg NIV ] ἐπ᾽ RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:11 σοὶ WH Treg NIV ] ᾧ RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:13 ἦν WH Treg NIV ] + ἐκεῖ RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:13 τεσσεράκοντα ἡμέρας WH Treg NIV ] ἡμέρας τεσσεράκοντα RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NIV RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 εὐαγγέλιον WH Treg NIV ] + τῆς βασιλείας RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 Καὶ παράγων WH Treg NIV ] Περιπατῶν δὲ RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀδελφὸν WH Treg NIV ] + αὐτοῦ τοῦ RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:16 ἀμφιβάλλοντας WH Treg NIV ] βάλλοντας ἀμφίβληστρον RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 εὐθὺς WH NIV ] εὐθέως RP Treg
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:18 δίκτυα WH Treg NIV ] + αὐτῶν RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:19 προβὰς WH Treg NIV ] ἐκεῖθεν RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:20 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:21 εὐθὺς WH NIV ] εὐθέως Treg RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:21 ἐδίδασκεν εἰς τὴν συναγωγήν Holmes WHmarg ] εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν WH Treg NIV RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:23 εὐθὺς WH NIV ] – Treg RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:24 Τί WH Treg NIV ] Ἔα τί RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:26 φωνῆσαν WH Treg NIV ] κράξαν RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 ἅπαντες WH Treg NIV ] πάντες RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 πρὸς ἑαυτοὺς Treg NIV RP ] αὐτοὺς WH
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 διδαχὴ καινή WH Treg NIV ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν δὲ RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 πανταχοῦ WH Treg NIV ] – RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:29 ἐξελθόντες ἦλθον WH NIV RP ] ἐξελθὼν ἦλθεν Treg
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:30 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:31 χειρός WH NIV ] + αὐτῆς Treg RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:31 πυρετός WH Treg NIV ] + εὐθέως RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:32 ἔδυ NIV RP ] ἔδυσεν WH Treg
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:33 ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη WH Treg NIV ] ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:34 αὐτόν Treg NIV RP ] + χριστὸν εἶναι WH
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 κατεδίωξεν WH NIV ] κατεδίωξαν Treg RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:36 Σίμων WH NIV ] ὁ Σίμων Treg RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 εὗρον αὐτὸν καὶ WH Treg NIV ] εὑρόντες αὐτὸν RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:37 ζητοῦσίν σε WH Treg NIV ] σε ζητοῦσιν RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἀλλαχοῦ WH Treg NIV ] – RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:38 ἐξῆλθον WH Treg NIV ] ἐξελήλυθα RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:39 ἦλθεν WH Treg NIV ] ἦν RP
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:39 εἰς τὰς συναγωγὰς WH Treg NIV ] ἐν ταῖς συναγωγαῖς RP
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:40 γονυπετῶν WH ] + καὶ NIV; αὐτὸν καὶ Treg RP
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 καὶ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  59. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 ὀργισθεὶς Holmes WHmarg ] σπλαγχνισθεὶς WH Treg NIV RP
  60. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:41 αὐτοῦ ἥψατο WH Treg NIV ] ἥψατο αὐτοῦ RP
  61. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:42 εὐθὺς WH Treg NIV ] εἰπόντος αὐτοῦ εὐθέως RP
  62. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:43 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  63. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 ἐπ᾽ WH Treg NIV ] ἐν RP
  64. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:45 πάντοθεν WH Treg NIV ] πανταχόθεν RP