ΚΑΤΑ ΛΟΥΚΑΝ 22
SBL Greek New Testament
22 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. 2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
3 Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν [a]καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· 4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς [b]αὐτοῖς παραδῷ αὐτόν. 5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. 6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν [c]ἄτερ ὄχλου αὐτοῖς.
7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [d]ᾗ ἔδει θύεσθαι τὸ πάσχα· 8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. 9 οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις [e]ἑτοιμάσωμεν; 10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν [f]εἰς ἣν εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς [g]εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ [h]οἱ ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν [i]ὅτι οὐ μὴ φάγω [j]αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε [k]εἰς ἑαυτούς· 18 λέγω γὰρ ὑμῖν, [l]οὐ μὴ πίω ἀπὸ τοῦ [m]νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως [n]οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου [o][τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 [p]καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22 [q]ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου [r]κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν [s]γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ [t]ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.
28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, 30 ἵνα [u]ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου [v]ἐν τῇ βασιλείᾳ μου, καὶ [w]καθήσεσθε ἐπὶ θρόνων [x]τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
31 [y]Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας [z]στήρισον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ [aa]φωνήσει σήμερον ἀλέκτωρ [ab]ἕως τρίς [ac]με ἀπαρνήσῃ εἰδέναι.
35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. 36 εἶπεν [ad]δὲ αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων [ae]πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ [af]ἀγορασάτω μάχαιραν. 37 λέγω γὰρ ὑμῖν [ag]ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ [ah]τὸ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ [ai]μαθηταί. 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· Πάτερ, εἰ βούλει [aj]παρένεγκε [ak]τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν [al]γινέσθω. 43 [am]ὤφθη δὲ αὐτῷ ἄγγελος [an]ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν. 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· [ao]καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν [ap]κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 [aq]Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 [ar]Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον [as]εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν [at]τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν [au]τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ [av]ὠτίου ἰάσατο αὐτόν. 52 εἶπεν [aw]δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν [ax]ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη [ay]ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ [az]εἰσήγαγον εἰς [ba]τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 [bb]περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ [bc]συγκαθισάντων ἐκάθητο ὁ Πέτρος [bd]μέσος αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57 ὁ δὲ [be]ἠρνήσατο λέγων· [bf]Οὐκ οἶδα αὐτόν, γύναι. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος [bg]ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60 εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ [bh]λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι [bi]σήμερον ἀπαρνήσῃ με τρίς. 62 καὶ ἐξελθὼν [bj]ἔξω ἔκλαυσεν πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες [bk]αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντες [bl]αὐτὸν ἐπηρώτων λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς [bm]τε καὶ γραμματεῖς, καὶ [bn]ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67 λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· 68 ἐὰν [bo]δὲ ἐρωτήσω, οὐ μὴ [bp]ἀποκριθῆτε. 69 ἀπὸ τοῦ νῦν [bq]δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. 70 εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπαν· Τί ἔτι [br]ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
Footnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:3 καλούμενον WH Treg NIV ] ἐπικαλούμενον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:4 αὐτοῖς παραδῷ αὐτόν WH Treg NIV ] αὐτὸν παραδῷ αὐτοῖς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:6 ἄτερ ὄχλου αὐτοῖς WH Treg NIV ] αὐτοῖς ἄτερ ὄχλου RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:7 ᾗ WH Treg NIV ] ἐν ᾗ RP NA
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:9 ἑτοιμάσωμεν WH Treg NIV ] ἑτοιμάσομεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:10 εἰς ἣν WH Treg NIV ] οὗ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:13 εἰρήκει WH Treg NIV ] εἴρηκεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:14 οἱ WH Treg NIV ] + δώδεκα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:16 ὅτι WH NIV ] + οὐκέτι Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:16 αὐτὸ WH Treg NIV ] ἐξ αὐτοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:17 εἰς ἑαυτούς WH Treg NIV ] ἑαυτοῖς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 οὐ WH Treg NIV ] ὅτι οὐ RP NA
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 νῦν ἀπὸ τοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:18 οὗ WH Treg NIV ] ὅτου RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:19 τὸ ὑπὲρ ὑμῶν … ἐκχυννόμενον Treg NIV RP ] [[WH]]
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:20 καὶ τὸ ποτήριον ὡσαύτως Treg NIV [[WH]] ] ὡσαύτως καὶ τὸ ποτήριον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 ὅτι ὁ υἱὸς μὲν WH Treg NIV ] καὶ ὁ μὲν υἱὸς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 κατὰ τὸ ὡρισμένον πορεύεται WH Treg NIV ] πορεύεται κατὰ τὸ ὡρισμένον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:26 γινέσθω WH Treg NIV ] γενέσθω RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:27 ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NIV ] εἰμι ἐν μέσῳ ὑμῶν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἔσθητε WH Treg NIV ] ἐσθίητε RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἐν τῇ βασιλείᾳ μου WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 καθήσεσθε NIV Treg ] καθῆσθε WH; καθίσεσθε RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 τὰς … φυλὰς κρίνοντες WH NIV ] κρίνοντες τὰς … φυλὰς Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:31 Σίμων WH NIV ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:32 στήρισον WH Treg NIV ] στήριξον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 φωνήσει WH Treg NIV ] μή φωνήσῃ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 ἕως WH Treg NIV ] πρὶν ἢ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 με ἀπαρνήσῃ εἰδέναι WH Treg NIV ] ἀπαρνήσῃ μή εἰδέναι με RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 δὲ WH Treg NIV ] οὖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 πωλησάτω WH Treg NIV ] πωλήσει RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 ἀγορασάτω WH Treg NIV ] ἀγοράσει RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 ὅτι WH Treg NIV ] + ἔτι RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 τὸ WH Treg NIV ] τὰ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:39 μαθηταί WH Treg NIV ] + αὐτοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 παρένεγκε WH Treg NIV ] παρενεγκεῖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 τοῦτο τὸ ποτήριον WH Treg NIV ] τὸ ποτήριον τοῦτο RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 γινέσθω WH Treg NIV ] γενέσθω RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ὤφθη δὲ … ἐπὶ τὴν γῆν. Treg NIV RP ] [[WH]]
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ἀπ᾽ NIV RP ] ἀπὸ τοῦ [[WH]] Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:44 καὶ ἐγένετο [[WH]] NIV ] ἐγένετο δὲ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:45 κοιμωμένους αὐτοὺς WH Treg NIV ] αὐτοὺς κοιμωμένους RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:47 Ἔτι WH Treg NIV ] + δέ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:48 Ἰησοῦς δὲ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:49 εἶπαν WH Treg NIV ] + αὐτῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NIV ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τὸ οὖς αὐτοῦ WH Treg NIV ] αὐτοῦ τὸ οὖς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:51 ὠτίου WH Treg NIV ] + αὐτοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 δὲ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:53 ἐστὶν ὑμῶν WH Treg NIV ] ὑμῶν ἐστὶν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:54 εἰσήγαγον WH Treg NIV ] + αὐτὸν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:54 τὴν οἰκίαν WH Treg NIV ] τὸν οἶκον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 περιαψάντων WH Treg NIV ] Ἁψάντων RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 συγκαθισάντων WH Treg NIV ] + αὐτῶν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 μέσος WH Treg NIV ] ἐν μέσῳ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 ἠρνήσατο WH Treg NIV ] + αὐτόν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 Οὐκ οἶδα αὐτόν γύναι WH Treg NIV ] Γύναι οὐκ οἶδα αὐτόν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:58 ἔφη WH Treg NIV ] εἴπεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 λόγου Treg RP ] ῥήματος WH NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 σήμερον WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:62 ἔξω WH Treg NIV ] + ὁ Πέτρος RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:63 αὐτὸν WH Treg NIV ] τὸν Ἰησοῦν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:64 αὐτὸν ἐπηρώτων WH Treg NIV ] αὐτόν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτόν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66 τε WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:66 ἀπήγαγον WH Treg NIV ] ἀνήγαγον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:68 δὲ WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:68 ἀποκριθῆτε WH NIV ] μοι ἢ ἀπολύσητε Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:69 δὲ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:71 ἔχομεν μαρτυρίας χρείαν WH Treg NIV ] χρείαν ἔχομεν μαρτυρίας RP
Luke 22
Lexham English Bible
The Chief Priests and Scribes Plot to Kill Jesus
22 Now the feast of Unleavened Bread (which is called Passover) was drawing near. 2 And the chief priests and the scribes were seeking how they could destroy him, because they were afraid of the people.
Judas Arranges to Betray Jesus
3 And Satan entered into Judas, the one called Iscariot, who was of the number of the twelve. 4 And he went away and[a] discussed with the chief priests and officers of the temple guard how he could betray him to them. 5 And they were delighted, and came to an agreement with him to give him[b] money. 6 And he agreed, and began looking[c] for a favorable opportunity to betray him to them apart from the crowd.
Jesus’ Final Passover with the Disciples
7 And the day of the feast of Unleavened Bread came, on which it was necessary for the Passover lamb to be sacrificed. 8 And he sent Peter and John, saying, “Go and[d] prepare the Passover for us, so that we may eat it.[e] 9 So they said to him, “Where do you want us to prepare it?”[f] 10 And he said to them, “Behold, when[g] you have entered into the city, a man carrying a jar of water will meet you. Follow him into the house which he enters. 11 And you will say to the master of the house, ‘The Teacher says to you, “Where is the guest room where I may eat the Passover with my disciples?”’ 12 And he will show you a large furnished[h] upstairs room. Make preparations there.” 13 So they went and[i] found everything[j] just as he had told them, and they prepared the Passover.
The Lord’s Supper
14 And when the hour came, he reclined at the table, and the apostles with him. 15 And he said to them, “I have earnestly desired[k] to eat this Passover with you before I suffer. 16 For I tell you that I will not eat it until it is fulfilled in the kingdom of God.” 17 And he took in hand a cup, and[l] after[m] giving thanks he said, “Take this and share it[n] among yourselves. 18 For I tell you,[o] from now on I will not drink of the product of the vine until the kingdom of God comes.”
19 And he took bread, and[p] after[q] giving thanks, he broke it[r] and gave it[s] to them, saying, “This is my body which is given for you. Do this in remembrance of me.” 20 And in the same way the cup after they had eaten, saying, “This cup is the new covenant in my blood which is poured out for you.
21 “But behold, the hand of the one who is betraying me is with me on the table! 22 For the Son of Man is going according to what has been determined, but woe to that man by whom he is betrayed!” 23 And they began to debate with one another who then of them it could be who was going to do this.
A Dispute About Who Is Greatest
24 And a dispute also occurred among them as to which of them was recognized as being greatest. 25 So he said to them, “The kings of the Gentiles[t] lord it over them, and those who have authority over them are called benefactors. 26 But you are not to be like this! But the one who is greatest among you must become like the youngest, and the one who leads like the one who serves. 27 For who is greater, the one who reclines at the table or the one who serves? Is it not the one who reclines at the table? But I am in your midst as the one who serves.
28 “And you are the ones who have remained[u] with me in my trials, 29 and I confer on you a kingdom, just as my Father conferred on me, 30 that you may eat and drink at my table in my kingdom, and you will sit on thrones judging the twelve tribes of Israel.
Jesus Predicts Peter’s Denial
31 “Simon, Simon, behold, Satan has demanded to sift you like wheat, 32 but I have prayed for you, that your faith may not fail. And you, when[v] once you have turned back,[w] strengthen your brothers.” 33 But he said to him, “Lord, I am ready to go with you both to prison and to death!” 34 And he said, “I tell you, Peter, the rooster will not crow today until you have denied three times that you know me!”
The Two Swords
35 And he said to them, “When I sent you out without a money bag and a traveler’s bag and sandals, you did not lack anything, did you?”[x] And they said, “Nothing.” 36 And he said to them, “But now the one who has a money bag must take it,[y] and likewise a traveler’s bag. And the one who does not have a sword must sell his cloak and buy one. 37 For I tell you that this that is written must be fulfilled in me: ‘And he was counted with the criminals.’[z] For indeed, what is written[aa] about me is being fulfilled.”[ab] 38 So they said, “Lord, behold, here are two swords!” And he said to them, “It is adequate.”
The Prayer in Gethsemane
39 And he went away and[ac] proceeded, according to his[ad] custom, to the Mount of Olives, and the disciples also followed him. 40 And when[ae] he came to the place, he said to them, “Pray that you will not enter into temptation.” 41 And he withdrew from them about a stone’s throw and knelt down[af] and[ag] began to pray,[ah] 42 saying, “Father, if you are willing, take away this cup from me. Nevertheless, not my will but yours be done.” [[43 And an angel from heaven appeared to him, strengthening him. 44 And being in anguish, he began praying[ai] more fervently and his sweat became like drops of blood falling down to the ground.]][aj] 45 And when he[ak] got up from the prayer and[al] came to the disciples, he found them sleeping from sorrow, 46 and he said to them, “Why are you sleeping? Get up and[am] pray that you will not enter into temptation!”
The Betrayal and Arrest of Jesus
47 While[an] he was still speaking, behold, there came a crowd, and the one named Judas, one of the twelve, leading them. And he approached Jesus to kiss him. 48 But Jesus said to him, “Judas, are you betraying the Son of Man with a kiss?” 49 And when[ao] those around him saw what was about to happen, they said, “Lord, should we strike with the sword?” 50 And a certain one of them struck the slave of the high priest and cut off his right ear. 51 But Jesus answered and[ap] said, “Stop! No more of this!”[aq] And he touched his[ar] ear and[as] healed him. 52 And Jesus said to the chief priests and officers of the temple and elders who had come out against him, “Have you come out with swords and clubs, as against a robber? 53 Every day when[at] I was with you in the temple courts,[au] you did not stretch out your[av] hands against me! But this is your hour and the domain of darkness!”
Jesus Before the Sanhedrin
54 And they arrested him and[aw] led him[ax] away and brought him[ay] into the house of the high priest. But Peter was following at a distance. 55 And when they[az] had kindled a fire in the middle of the courtyard and sat down together, Peter sat down among them. 56 And a certain female slave, seeing him sitting in the light and looking intently at him, said, “This man also was with him!” 57 But he denied it,[ba] saying, “Woman, I do not know him!” 58 And after a short time another person saw him and[bb] said, “You also are one of them!” But Peter said, “Man, I am not!” 59 And after[bc] about one hour had passed, someone else was insisting, saying, “In truth this man also was with him, because he is also a Galilean!” 60 But Peter said, “Man, I do not know what you are talking about!” And immediately, while[bd] he was still speaking, a rooster crowed. 61 And the Lord turned around and[be] looked intently at Peter. And Peter remembered the word of the Lord,[bf] how he said to him, “Before the rooster crows today, you will deny me three times.” 62 And he went outside and[bg] wept bitterly.
63 And the men who were guarding him began to mock[bh] him while[bi] they beat him,[bj] 64 and after[bk] blindfolding him they repeatedly asked[bl] him,[bm] saying, “Prophesy! Who is the one who struck you?” 65 And they were saying many other things against him, reviling him.[bn]
Jesus Before the Sanhedrin
66 And when day came, the council of elders of the people gathered, both chief priests and scribes, and they led him away to their Sanhedrin,[bo] 67 saying, “If you are the Christ, tell us!” But he said to them, “If I tell you, you will never believe, 68 and if I ask you,[bp] you will never answer! 69 But from now on the Son of Man will be seated at the right hand of the power of God.” 70 So they all said, “Are you then the Son of God?” And he said to them, “You say that I am.” 71 And they said, “Why do we have need of further testimony? For we ourselves have heard it[bq] from his mouth!”
Footnotes
- Luke 22:4 Here “and” is supplied because the previous participle (“went away”) has been translated as a finite verb
- Luke 22:5 Here the direct object is supplied from context in the English translation
- Luke 22:6 The imperfect tense has been translated as ingressive here (“began looking”)
- Luke 22:8 Here “and” is supplied because the previous participle (“go”) has been translated as a finite verb
- Luke 22:8 *Here the direct object is supplied from context in the English translation
- Luke 22:9 *Here the direct object is supplied from context in the English translation
- Luke 22:10 Here “when” is supplied as a component of the temporal genitive absolute participle (“have entered”)
- Luke 22:12 Or perhaps “paved” or “panelled”
- Luke 22:13 Here “and” is supplied because the previous participle (“went”) has been translated as a finite verb
- Luke 22:13 Here the direct object is supplied from context in the English translation
- Luke 22:15 Literally “I have desired with desire”
- Luke 22:17 Here “and” is supplied because the previous participle (“took in hand”) has been translated as a finite verb
- Luke 22:17 Here “after” is supplied as a component of the temporal participle (“giving thanks”)
- Luke 22:17 Here the direct object is supplied from context in the English translation
- Luke 22:18 Some manuscripts have “I tell you that”
- Luke 22:19 Here “and” is supplied because the previous participle (“took”) has been translated as a finite verb
- Luke 22:19 Here “after” is supplied as a component of the temporal participle (“giving thanks”)
- Luke 22:19 Here the direct object is supplied from context in the English translation
- Luke 22:19 Here the direct object is supplied from context in the English translation
- Luke 22:25 The same Greek word can be translated “nations” or “Gentiles” depending on the context
- Luke 22:28 Or “ones who have continued”
- Luke 22:32 Here “when” is supplied as a component of the participle (“have turned back”) which is understood as temporal
- Luke 22:32 Or “have turned around”
- Luke 22:35 *The negative construction in Greek anticipates a negative answer here, indicated in the translation by “did you”
- Luke 22:36 *Here the direct object is supplied from context in the English translation
- Luke 22:37 A quotation from Isa 53:12
- Luke 22:37 The phrase “what is written” is not in the Greek text but is an understood repetition of the similar phrase at the beginning of the verse
- Luke 22:37 Literally “is having an end”
- Luke 22:39 Here “and” is supplied because the previous participle (“went away”) has been translated as a finite verb
- Luke 22:39 Literally “the”; the Greek article is used here as a possessive pronoun
- Luke 22:40 Here “when” is supplied as a component of the participle (“came”) which is understood as temporal
- Luke 22:41 Literally “bent his knees”
- Luke 22:41 Here “and” is supplied because the previous participle (“knelt down”; literally “bent his knees”) has been translated as a finite verb
- Luke 22:41 *The imperfect tense has been translated as ingressive here (“began to pray”)
- Luke 22:44 The imperfect tense has been translated as ingressive here (“began praying”)
- Luke 22:44 A number of early and important Greek manuscripts lack verses 43 and 44
- Luke 22:45 Here “when” is supplied as a component of the participle (“got up”) which is understood as temporal
- Luke 22:45 Here “and” is supplied because the participle (“came”) has been translated as a finite verb in keeping with English style
- Luke 22:46 Here “and” is supplied because the previous participle (“get up”) has been translated as a finite verb
- Luke 22:47 Here “while” is supplied as a component of the temporal genitive absolute participle (“speaking”)
- Luke 22:49 Here “when” is supplied as a component of the participle (“saw”) which is understood as temporal
- Luke 22:51 Here “and” is supplied because the previous participle (“answered”) has been translated as a finite verb
- Luke 22:51 Literally “leave off to this”
- Luke 22:51 Literally “the”; the Greek article is used here as a possessive pronoun
- Luke 22:51 Here “and” is supplied because the previous participle (“touched”) has been translated as a finite verb
- Luke 22:53 Here “when” is supplied as a component of the temporal genitive absolute participle (“was”)
- Luke 22:53 *Here “courts” is supplied to distinguish this area from the interior of the temple building itself
- Luke 22:53 Literally “the”; the Greek article is used here as a possessive pronoun
- Luke 22:54 Here “and” is supplied because the previous participle (“arrested”) has been translated as a finite verb
- Luke 22:54 Here the direct object is supplied from context in the English translation
- Luke 22:54 Here the direct object is supplied from context in the English translation
- Luke 22:55 Here “when” is supplied as a component of the participle (“had kindled”) which is understood as temporal
- Luke 22:57 *Here the direct object is supplied from context in the English translation
- Luke 22:58 Here “and” is supplied because the previous participle (“saw”) has been translated as a finite verb
- Luke 22:59 Here “after” is supplied as a component of the temporal genitive absolute participle (“had passed”)
- Luke 22:60 Here “while” is supplied as a component of the temporal genitive absolute participle (“was speaking”)
- Luke 22:61 Here “and” is supplied because the previous participle (“turned around”) has been translated as a finite verb
- Luke 22:61 Some manuscripts have “the Lord’s statement”
- Luke 22:62 Here “and” is supplied because the previous participle (“went”) has been translated as a finite verb
- Luke 22:63 The imperfect tense has been translated as ingressive here (“began to mock”)
- Luke 22:63 Here “when” is supplied as a component of the participle (“beat”) which is understood as temporal
- Luke 22:63 *Here the direct object is supplied from context in the English translation
- Luke 22:64 Here “after” is supplied as a component of the participle (“blindfolding”) which is understood as temporal
- Luke 22:64 This imperfect verb is translated as iterative (“repeatedly asked”)
- Luke 22:64 *Here the direct object is supplied from context in the English translation
- Luke 22:65 *Here the direct object is supplied from context in the English translation
- Luke 22:66 Or “council”
- Luke 22:68 *Here the direct object is supplied from context in the English translation
- Luke 22:71 Here the direct object is supplied from context in the English translation
Luke 22
New King James Version
The Plot to Kill Jesus(A)
22 Now (B)the Feast of Unleavened Bread drew near, which is called Passover. 2 And (C)the chief priests and the scribes sought how they might kill Him, for they feared the people.
3 (D)Then Satan entered Judas, surnamed Iscariot, who was numbered among the (E)twelve. 4 So he went his way and conferred with the chief priests and captains, how he might betray Him to them. 5 And they were glad, and (F)agreed to give him money. 6 So he promised and sought opportunity to (G)betray Him to them in the absence of the multitude.
Jesus and His Disciples Prepare the Passover
7 (H)Then came the Day of Unleavened Bread, when the Passover must be [a]killed. 8 And He sent Peter and John, saying, “Go and prepare the Passover for us, that we may eat.”
9 So they said to Him, “Where do You want us to prepare?”
10 And He said to them, “Behold, when you have entered the city, a man will meet you carrying a pitcher of water; follow him into the house which he enters. 11 Then you shall say to the master of the house, ‘The Teacher says to you, “Where is the guest room where I may eat the Passover with My disciples?” ’ 12 Then he will show you a large, furnished upper room; there make ready.”
13 So they went and (I)found it just as He had said to them, and they prepared the Passover.
Jesus Institutes the Lord’s Supper
14 (J)When the hour had come, He sat down, and the [b]twelve apostles with Him. 15 Then He said to them, “With fervent desire I have desired to eat this Passover with you before I suffer; 16 for I say to you, I will no longer eat of it (K)until it is fulfilled in the kingdom of God.”
17 Then He took the cup, and gave thanks, and said, “Take this and divide it among yourselves; 18 for (L)I say to you, [c]I will not drink of the fruit of the vine until the kingdom of God comes.”
19 (M)And He took bread, gave thanks and broke it, and gave it to them, saying, “This is My (N)body which is given for you; (O)do this in remembrance of Me.”
20 Likewise He also took the cup after supper, saying, (P)“This cup is the new covenant in My blood, which is shed for you. 21 (Q)But behold, the hand of My betrayer is with Me on the table. 22 (R)And truly the Son of Man goes (S)as it has been determined, but woe to that man by whom He is betrayed!”
23 (T)Then they began to question among themselves, which of them it was who would do this thing.
The Disciples Argue About Greatness
24 (U)Now there was also a dispute among them, as to which of them should be considered the greatest. 25 (V)And He said to them, “The kings of the Gentiles exercise lordship over them, and those who exercise authority over them are called ‘benefactors.’ 26 (W)But not so among you; on the contrary, (X)he who is greatest among you, let him be as the younger, and he who governs as he who serves. 27 (Y)For who is greater, he who sits at the table, or he who serves? Is it not he who sits at the table? Yet (Z)I am among you as the One who serves.
28 “But you are those who have continued with Me in (AA)My trials. 29 And (AB)I bestow upon you a kingdom, just as My Father bestowed one upon Me, 30 that (AC)you may eat and drink at My table in My kingdom, (AD)and sit on thrones judging the twelve tribes of Israel.”
Jesus Predicts Peter’s Denial(AE)
31 [d]And the Lord said, “Simon, Simon! Indeed, (AF)Satan has asked for you, that he may (AG)sift you as wheat. 32 But (AH)I have prayed for you, that your faith should not fail; and when you have returned to Me, (AI)strengthen your brethren.”
33 But he said to Him, “Lord, I am ready to go with You, both to prison and to death.”
34 (AJ)Then He said, “I tell you, Peter, the rooster shall not crow this day before you will deny three times that you know Me.”
Supplies for the Road
35 (AK)And He said to them, “When I sent you without money bag, knapsack, and sandals, did you lack anything?”
So they said, “Nothing.”
36 Then He said to them, “But now, he who has a money bag, let him take it, and likewise a knapsack; and he who has no sword, let him sell his garment and buy one. 37 For I say to you that this which is written must still be [e]accomplished in Me: (AL)‘And He was numbered with the transgressors.’ For the things concerning Me have an end.”
38 So they said, “Lord, look, here are two swords.”
And He said to them, “It is enough.”
The Prayer in the Garden(AM)
39 (AN)Coming out, (AO)He went to the Mount of Olives, as He was accustomed, and His disciples also followed Him. 40 (AP)When He came to the place, He said to them, “Pray that you may not enter into temptation.”
41 (AQ)And He was withdrawn from them about a stone’s throw, and He knelt down and prayed, 42 saying, “Father, if it is Your will, take this cup away from Me; nevertheless (AR)not My will, but Yours, be done.” 43 [f]Then (AS)an angel appeared to Him from heaven, strengthening Him. 44 (AT)And being in agony, He prayed more earnestly. Then His sweat became like great drops of blood falling down to the ground.
45 When He rose up from prayer, and had come to His disciples, He found them sleeping from sorrow. 46 Then He said to them, “Why (AU)do you sleep? Rise and (AV)pray, lest you enter into temptation.”
Betrayal and Arrest in Gethsemane(AW)
47 And while He was still speaking, (AX)behold, a multitude; and he who was called (AY)Judas, one of the twelve, went before them and drew near to Jesus to kiss Him. 48 But Jesus said to him, “Judas, are you betraying the Son of Man with a (AZ)kiss?”
49 When those around Him saw what was going to happen, they said to Him, “Lord, shall we strike with the sword?” 50 And (BA)one of them struck the servant of the high priest and cut off his right ear.
51 But Jesus answered and said, “Permit even this.” And He touched his ear and healed him.
52 (BB)Then Jesus said to the chief priests, captains of the temple, and the elders who had come to Him, “Have you come out, as against a (BC)robber, with swords and clubs? 53 When I was with you daily in the (BD)temple, you did not try to seize Me. But this is your (BE)hour, and the power of darkness.”
Peter Denies Jesus, and Weeps Bitterly(BF)
54 (BG)Having arrested Him, they led Him and brought Him into the high priest’s house. (BH)But Peter followed at a distance. 55 (BI)Now when they had kindled a fire in the midst of the courtyard and sat down together, Peter sat among them. 56 And a certain servant girl, seeing him as he sat by the fire, looked intently at him and said, “This man was also with Him.”
57 But he denied [g]Him, saying, “Woman, I do not know Him.”
58 (BJ)And after a little while another saw him and said, “You also are of them.”
But Peter said, “Man, I am not!”
59 (BK)Then after about an hour had passed, another confidently affirmed, saying, “Surely this fellow also was with Him, for he is a (BL)Galilean.”
60 But Peter said, “Man, I do not know what you are saying!”
Immediately, while he was still speaking, [h]the rooster crowed. 61 And the Lord turned and looked at Peter. Then (BM)Peter remembered the word of the Lord, how He had said to him, (BN)“Before the rooster [i]crows, you will deny Me three times.” 62 So Peter went out and wept bitterly.
Jesus Mocked and Beaten(BO)
63 (BP)Now the men who held Jesus mocked Him and (BQ)beat Him. 64 [j]And having blindfolded Him, they (BR)struck Him on the face and asked Him, saying, “Prophesy! Who is the one who struck You?” 65 And many other things they blasphemously spoke against Him.
Jesus Faces the Sanhedrin(BS)
66 (BT)As soon as it was day, (BU)the elders of the people, both chief priests and scribes, came together and led Him into their council, saying, 67 (BV)“If You are the Christ, tell us.”
But He said to them, “If I tell you, you will (BW)by no means believe. 68 And if I [k]also ask you, you will by no means answer [l]Me or let Me go. 69 (BX)Hereafter the Son of Man will sit on the right hand of the power of God.”
70 Then they all said, “Are You then the Son of God?”
So He said to them, (BY)“You rightly say that I am.”
71 (BZ)And they said, “What further testimony do we need? For we have heard it ourselves from His own mouth.”
Footnotes
- Luke 22:7 Sacrificed
- Luke 22:14 NU omits twelve
- Luke 22:18 NU adds from now on
- Luke 22:31 NU omits And the Lord said
- Luke 22:37 fulfilled
- Luke 22:43 NU brackets vv. 43 and 44 as not in the original text.
- Luke 22:57 NU it
- Luke 22:60 NU, M a rooster
- Luke 22:61 NU adds today
- Luke 22:64 NU And having blindfolded Him, they asked Him
- Luke 22:68 NU omits also
- Luke 22:68 NU omits the rest of v. 68.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
2012 by Logos Bible Software. Lexham is a registered trademark of Logos Bible Software
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.