ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5
SBL Greek New Testament
5 Μετὰ ταῦτα [a]ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ [b]ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ [c]Βηθεσδά, πέντε στοὰς ἔχουσα· 3 ἐν ταύταις κατέκειτο [d]πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, [e]ξηρῶν. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ [f]τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ [g]αὐτοῦ· 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς· [h]Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.
Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, [i]καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν [j]κράβαττον. 11 [k]ὃς δὲ ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν [l]οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· [m]Ἆρον καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν [n]σοί τι γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ [o]ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 καὶ διὰ τοῦτο ἐδίωκον [p]οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 ὁ [q]δὲ ἀπεκρίνατο αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.
19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ [r]ἔλεγεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν [s]ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. 24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ [t]ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες [u]ζήσουσιν. 26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως [v]καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν [w]αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις [x]ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ [y]δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός [z]με.
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ· 36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν [aa]μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ [ab]δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα [ac]ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν, 37 καὶ ὁ πέμψας με πατὴρ [ad]ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ [ae]πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, 38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε [af]ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.
39 Ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. 41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, 42 ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. 44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; 45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;
Footnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1 ἦν WH Treg NIV ] + ἡ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1 ἀνέβη WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:2 Βηθεσδά Treg NIV RP ] Βηθζαθά WH NA
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:3 πλῆθος WH Treg NIV ] + πολὺ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:3 ξηρῶν WH Treg NIV ] + ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:5 τριάκοντα Treg RP ] + καὶ WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:5 αὐτοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:8 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:10 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:10 κράβαττον WH Treg RP ] + σου NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:11 ὃς δὲ WH Treg] ὁ δὲ NIV; – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:12 οὖν Treg RP ] – WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:12 Ἆρον WH NIV ] + τὸν κράβαττόν σου Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:14 σοί τι WH Treg NIV ] τί σοι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:15 ἀνήγγειλεν Treg NIV RP ] εἶπεν WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:16 οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν WH Treg NIV ] τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:17 δὲ WH ] + Ἰησοῦς Treg NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:19 ἔλεγεν WH NIV ] εἶπεν Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:19 ἐὰν Treg NIV RP ] ἂν WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:25 ἀκούσουσιν WH Treg NIV ] ἀκούσονται RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:25 ζήσουσιν WH Treg NIV ] ζήσονται RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:26 καὶ τῷ υἱῷ ἔδωκεν WH Treg NIV ] ἔδωκεν καὶ τῷ υἱῷ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:27 αὐτῷ WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:28 ἀκούσουσιν WH Treg NIV ] ἀκούσονται RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:29 δὲ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:30 με WH Treg NIV ] + πατρός RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:36 μείζω WH NIV RP ] μείζων Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:36 δέδωκέν WH Treg NIV ] ἔδωκέν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:36 ἃ WH Treg NIV ] + ἐγὼ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:37 ἐκεῖνος WH Treg NIV ] αὐτὸς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:37 πώποτε ἀκηκόατε WH Treg NIV ] ἀκηκόατε πώποτε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:38 ἐν ὑμῖν μένοντα WH Treg NIV ] μένοντα ἐν ὑμῖν RP
John 5
New International Version
The Healing at the Pool
5 Some time later, Jesus went up to Jerusalem for one of the Jewish festivals. 2 Now there is in Jerusalem near the Sheep Gate(A) a pool, which in Aramaic(B) is called Bethesda[a] and which is surrounded by five covered colonnades. 3 Here a great number of disabled people used to lie—the blind, the lame, the paralyzed. [4] [b] 5 One who was there had been an invalid for thirty-eight years. 6 When Jesus saw him lying there and learned that he had been in this condition for a long time, he asked him, “Do you want to get well?”
7 “Sir,” the invalid replied, “I have no one to help me into the pool when the water is stirred. While I am trying to get in, someone else goes down ahead of me.”
8 Then Jesus said to him, “Get up! Pick up your mat and walk.”(C) 9 At once the man was cured; he picked up his mat and walked.
The day on which this took place was a Sabbath,(D) 10 and so the Jewish leaders(E) said to the man who had been healed, “It is the Sabbath; the law forbids you to carry your mat.”(F)
11 But he replied, “The man who made me well said to me, ‘Pick up your mat and walk.’ ”
12 So they asked him, “Who is this fellow who told you to pick it up and walk?”
13 The man who was healed had no idea who it was, for Jesus had slipped away into the crowd that was there.
14 Later Jesus found him at the temple and said to him, “See, you are well again. Stop sinning(G) or something worse may happen to you.” 15 The man went away and told the Jewish leaders(H) that it was Jesus who had made him well.
The Authority of the Son
16 So, because Jesus was doing these things on the Sabbath, the Jewish leaders began to persecute him. 17 In his defense Jesus said to them, “My Father(I) is always at his work(J) to this very day, and I too am working.” 18 For this reason they tried all the more to kill him;(K) not only was he breaking the Sabbath, but he was even calling God his own Father, making himself equal with God.(L)
19 Jesus gave them this answer: “Very truly I tell you, the Son can do nothing by himself;(M) he can do only what he sees his Father doing, because whatever the Father does the Son also does. 20 For the Father loves the Son(N) and shows him all he does. Yes, and he will show him even greater works than these,(O) so that you will be amazed. 21 For just as the Father raises the dead and gives them life,(P) even so the Son gives life(Q) to whom he is pleased to give it. 22 Moreover, the Father judges no one, but has entrusted all judgment to the Son,(R) 23 that all may honor the Son just as they honor the Father. Whoever does not honor the Son does not honor the Father, who sent him.(S)
24 “Very truly I tell you, whoever hears my word and believes him who sent me(T) has eternal life(U) and will not be judged(V) but has crossed over from death to life.(W) 25 Very truly I tell you, a time is coming and has now come(X) when the dead will hear(Y) the voice of the Son of God and those who hear will live. 26 For as the Father has life in himself, so he has granted the Son also to have life(Z) in himself. 27 And he has given him authority to judge(AA) because he is the Son of Man.
28 “Do not be amazed at this, for a time is coming(AB) when all who are in their graves will hear his voice 29 and come out—those who have done what is good will rise to live, and those who have done what is evil will rise to be condemned.(AC) 30 By myself I can do nothing;(AD) I judge only as I hear, and my judgment is just,(AE) for I seek not to please myself but him who sent me.(AF)
Testimonies About Jesus
31 “If I testify about myself, my testimony is not true.(AG) 32 There is another who testifies in my favor,(AH) and I know that his testimony about me is true.
33 “You have sent to John and he has testified(AI) to the truth. 34 Not that I accept human testimony;(AJ) but I mention it that you may be saved.(AK) 35 John was a lamp that burned and gave light,(AL) and you chose for a time to enjoy his light.
36 “I have testimony weightier than that of John.(AM) For the works that the Father has given me to finish—the very works that I am doing(AN)—testify that the Father has sent me.(AO) 37 And the Father who sent me has himself testified concerning me.(AP) You have never heard his voice nor seen his form,(AQ) 38 nor does his word dwell in you,(AR) for you do not believe(AS) the one he sent.(AT) 39 You study[c] the Scriptures(AU) diligently because you think that in them you have eternal life.(AV) These are the very Scriptures that testify about me,(AW) 40 yet you refuse to come to me(AX) to have life.
41 “I do not accept glory from human beings,(AY) 42 but I know you. I know that you do not have the love of God in your hearts. 43 I have come in my Father’s name, and you do not accept me; but if someone else comes in his own name, you will accept him. 44 How can you believe since you accept glory from one another but do not seek the glory that comes from the only God[d]?(AZ)
45 “But do not think I will accuse you before the Father. Your accuser is Moses,(BA) on whom your hopes are set.(BB) 46 If you believed Moses, you would believe me, for he wrote about me.(BC) 47 But since you do not believe what he wrote, how are you going to believe what I say?”(BD)
Footnotes
- John 5:2 Some manuscripts Bethzatha; other manuscripts Bethsaida
- John 5:4 Some manuscripts include here, wholly or in part, paralyzed—and they waited for the moving of the waters. 4 From time to time an angel of the Lord would come down and stir up the waters. The first one into the pool after each such disturbance would be cured of whatever disease they had.
- John 5:39 Or 39 Study
- John 5:44 Some early manuscripts the Only One
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Holy Bible, New International Version®, NIV® Copyright ©1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.
NIV Reverse Interlinear Bible: English to Hebrew and English to Greek. Copyright © 2019 by Zondervan.