ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:30-37
SBL Greek New Testament
30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός [a]με.
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ· 36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν [b]μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ [c]δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα [d]ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν, 37 καὶ ὁ πέμψας με πατὴρ [e]ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ [f]πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:30 με WH Treg NIV ] + πατρός RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:36 μείζω WH NIV RP ] μείζων Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:36 δέδωκέν WH Treg NIV ] ἔδωκέν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:36 ἃ WH Treg NIV ] + ἐγὼ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:37 ἐκεῖνος WH Treg NIV ] αὐτὸς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:37 πώποτε ἀκηκόατε WH Treg NIV ] ἀκηκόατε πώποτε RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software