ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:37-38
SBL Greek New Testament
37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις [a]πιστεύετε, ἵνα γνῶτε καὶ [b]γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν [c]τῷ πατρί.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:38 πιστεύετε WH Treg NIV ] πιστεύσατε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:38 γινώσκητε WH Treg NIV ] πιστεύσητε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:38 τῷ πατρί WH Treg NIV ] αὐτῷ RP
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:28-30
SBL Greek New Testament
28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη [a]Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ [b]ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 Ἰησοῦς καὶ εἶπεν Treg NIV RP ] καὶ εἶπεν Ἰησοῦς WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 ἡ φωνὴ αὕτη WH Treg NIV ] αὕτη ἡ φωνὴ RP
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:12-20
SBL Greek New Testament
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν [a]καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ [b]καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα [c]τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων [d]μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα [e]πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων [f]ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:12 καὶ WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:12 καὶ ἀνέπεσεν WH Treg NIV ] ἀναπεσὼν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:18 τίνας WH Treg NIV ] οὓς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:18 μου WH Treg NIV ] μετ᾽ ἐμοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:19 πιστεύσητε ὅταν γένηται NIV ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:20 ἄν WH Treg NIV ] ἐάν RP
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9
SBL Greek New Testament
9 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ 2 ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. 3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, [a]ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς [b]ἐκ τοῦ οὐρανοῦ, 4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις; 5 εἶπεν δέ· Τίς εἶ, κύριε; ὁ [c]δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι [d]ὅ τί σε δεῖ ποιεῖν. 7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. 8 ἠγέρθη δὲ [e]Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων [f]δὲ τῶν ὀφθαλμῶν αὐτοῦ [g]οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν [h]ἐν ὁράματι ὁ κύριος· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε. 11 ὁ δὲ κύριος πρὸς αὐτόν· [i]Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν [j]ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ [k]χεῖρας ὅπως ἀναβλέψῃ. 13 ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, [l]ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ [m]τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς [n]ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον [o]ἐθνῶν [p]τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17 ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, [q]Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. 18 καὶ εὐθέως ἀπέπεσαν [r]αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν [s]ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη, 19 καὶ λαβὼν τροφὴν [t]ἐνίσχυσεν.
Ἐγένετο [u]δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς, 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν [v]Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας [w]ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ [x]συνέχυννεν [y]τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. [z]παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· 25 λαβόντες δὲ [aa]οἱ μαθηταὶ αὐτοῦ νυκτὸς [ab]διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
26 Παραγενόμενος δὲ [ac]εἰς Ἰερουσαλὴμ [ad]ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι [ae]τοῦ Ἰησοῦ. 28 καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος [af]καὶ ἐκπορευόμενος εἰς [ag]Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ [ah]κυρίου, 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν [ai]ἀνελεῖν αὐτόν. 30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
31 [aj]Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. 33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα [ak]ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ [al]κραβάττου, ὃς ἦν παραλελυμένος. 34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς [am]Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη. 35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν [an]Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης [ao]ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ [ap]ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ. 38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν [aq]δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ [ar]ὀκνήσῃς διελθεῖν ἕως [as]ἡμῶν· 39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς. 40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος [at]καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. 41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42 γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης [au]τῆς Ἰόππης, καὶ [av]ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον. 43 ἐγένετο [aw]δὲ ἡμέρας ἱκανὰς [ax]μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Footnotes
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:3 ἐξαίφνης τε αὐτὸν περιήστραψεν WH Treg NIV ] καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:3 ἐκ WH Treg NIV ] ἀπὸ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:5 δέ WH Treg NIV ] + κύριος εἶπεν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:6 ὅ τί Treg NIV ] ὅτι WH; τί RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:8 Σαῦλος WH Treg NIV ] ὁ Σαῦλος RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:8 δὲ WH Treg NIV ] τε RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:8 οὐδὲν WH Treg NIV ] οὐδένα RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:10 ἐν ὁράματι ὁ κύριος WH Treg NIV] ὁ κύριος ἐν ὁράματι RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:11 Ἀναστὰς Treg NIV RP ] Ἀνάστα WH
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:12 ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι WH Treg NIV ] ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:12 χεῖρας Treg ] τὰς χεῖρας WH NIV; χεῖρα RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:13 ἤκουσα WH Treg NIV ] ἀκήκοα RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:13 τοῖς ἁγίοις σου ἐποίησεν WH Treg NIV ] ἐποίησεν τοῖς ἁγίοις σου RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:15 ἐστίν μοι WH Treg NIV ] μοι ἐστίν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:15 ἐθνῶν Treg NIV RP ] τῶν ἐθνῶν WH
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:15 τε WH Treg NIV ] – RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:17 Ἰησοῦς WH Treg NIV ] – RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:18 αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν WH Treg NIV ] ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:18 ὡς WH Treg NIV ] ὡσεὶ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:19 ἐνίσχυσεν Treg NIV RP ] ἐνισχύθη WH
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:19 δὲ WH Treg NIV ] + ὁ Σαῦλος RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:20 Ἰησοῦν WH Treg NIV ] χριστόν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:21 ἐν WH Treg RP ] εἰς NIV
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:22 συνέχυννεν WH NIV ] συνέχυνεν Treg RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:22 τοὺς Treg NIV RP ] – WH
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:24 παρετηροῦντο δὲ καὶ WH Treg NIV ] Παρετήρουν τε RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:25 οἱ μαθηταὶ αὐτοῦ WH Treg NIV ] αὐτὸν οἱ μαθηταὶ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:25 διὰ τοῦ τείχους καθῆκαν αὐτὸν WH Treg NIV ] καθῆκαν διὰ τοῦ τείχους RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:26 εἰς WH Treg NIV ] ὁ Σαῦλος ἐν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:26 ἐπείραζεν WH Treg NIV ] ἐπειρᾶτο RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:27 τοῦ NIV RP ] – WH Treg
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:28 καὶ ἐκπορευόμενος WH Treg NIV ] – RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:28 Ἰερουσαλήμ WH Treg NIV ] + καὶ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:28 κυρίου WH Treg NIV ] + Ἰησοῦ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:29 ἀνελεῖν αὐτόν WH Treg NIV ] αὐτόν ἀνελεῖν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:31 Ἡ … ἐκκλησία … εἶχεν … οἰκοδομουμένη … πορευομένη … ἐπληθύνετο WH Treg NIV] Αἱ … ἐκκλησίαι … εἶχον … οἰκοδομούμεναι … πορευόμεναι … ἐπληθύνοντο RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:33 ὀνόματι Αἰνέαν WH Treg NIV ] Αἰνέαν ὀνόματι RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:33 κραβάττου WH Treg NIV ] κραββάτῳ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:34 Χριστός WH Treg NIV ] ὁ χριστός RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:35 Σαρῶνα WH Treg NIV ] Ἀσσάρωνα RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:36 ἔργων ἀγαθῶν WH Treg NIV ] ἀγαθῶν ἔργων RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:37 ἔθηκαν αὐτὴν Treg NIV] αὐτὴν ἔθηκαν RP; ἔθηκαν WH
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:38 δύο ἄνδρας WH Treg NIV ] – RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:38 ὀκνήσῃς WH Treg NIV ] ὀκνῆσαι RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:38 ἡμῶν WH Treg NIV ] αὐτῶν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:40 καὶ WH Treg NIV ] – RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:42 τῆς Treg NIV RP ] – WH
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:42 ἐπίστευσαν πολλοὶ WH Treg NIV ] πολλοὶ ἐπίστευσαν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:43 δὲ WH NIV RP ] + αὐτὸν Treg
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 9:43 μεῖναι WH Treg NIV ] + αὐτὸν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software