Add parallel Print Page Options

Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθ’ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ [a]παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.

Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν [b]καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη [c]ἡ ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. ὅτι πολλοὶ πλάνοι [d]ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. βλέπετε ἑαυτούς, ἵνα μὴ [e]ἀπολέσητε ἃ [f]εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη [g]ἀπολάβητε. πᾶς ὁ [h]προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ [i]διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11 [j]λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

12 Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω [k]γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ [l]ὑμῶν [m]πεπληρωμένη ᾖ. 13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς [n]ἐκλεκτῆς.

Footnotes

  1. ΙΩΑΝΝΟΥ Β΄ 1:3 παρὰ WH Treg NIV ] + κυρίου RP
  2. ΙΩΑΝΝΟΥ Β΄ 1:5 καινὴν γράφων σοι Treg NIV ] γράφων σοι καινὴν WH RP
  3. ΙΩΑΝΝΟΥ Β΄ 1:6 ἡ ἐντολή ἐστιν WH Treg NIV ] ἐστιν ἡ ἐντολή RP
  4. ΙΩΑΝΝΟΥ Β΄ 1:7 ἐξῆλθον WH Treg NIV ] εἰσῆλθόν RP
  5. ΙΩΑΝΝΟΥ Β΄ 1:8 ἀπολέσητε WH Treg NIV ] ἀπολέσωμεν RP
  6. ΙΩΑΝΝΟΥ Β΄ 1:8 εἰργασάμεθα WH RP NA ] εἰργάσασθε Treg NIV
  7. ΙΩΑΝΝΟΥ Β΄ 1:8 ἀπολάβητε WH Treg NIV ] ἀπολάβωμεν RP
  8. ΙΩΑΝΝΟΥ Β΄ 1:9 προάγων WH Treg NIV ] παραβαίνων RP
  9. ΙΩΑΝΝΟΥ Β΄ 1:9 διδαχῇ WH Treg NIV ] + τοῦ Χριστοῦ RP
  10. ΙΩΑΝΝΟΥ Β΄ 1:11 λέγων γὰρ WH Treg NIV ] γὰρ λέγων RP
  11. ΙΩΑΝΝΟΥ Β΄ 1:12 γενέσθαι WH Treg NIV ] ἐλθεῖν RP
  12. ΙΩΑΝΝΟΥ Β΄ 1:12 ὑμῶν WH Treg ] ἡμῶν NIV RP
  13. ΙΩΑΝΝΟΥ Β΄ 1:12 πεπληρωμένη ᾖ WH NIV ] ᾖ πεπληρωμένη Treg RP
  14. ΙΩΑΝΝΟΥ Β΄ 1:13 ἐκλεκτῆς WH Treg NIV ] + Ἀμήν RP