ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 28
Tyndale House Greek New Testament
28 Ὀψὲ δὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν [a]Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. 2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν [b]λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3 ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. 4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί.
5 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. 6 οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν. δεῦτε ἴδετε τὸν τόπον ὅπου [c]ἔκειτο. 7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. ἰδοὺ εἶπον ὑμῖν.
8 Καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
9 [d]Καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
10 Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκεῖ με ὄψονται.
11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13 λέγοντες· εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς [e]πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
15 Οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς [f]σήμερον.
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
18 Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.
ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ
Footnotes
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 28:1 Μαριὰμ א C L Δ Θ; μαρια A B D K W 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 28:2 λίθον א B D; ♦ add απο της θυρας A C K W Δ 69 1424; απο της θυρας του μνημειου L Θ
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 28:6 ἔκειτο א B Θ; add ο κυριος A C D K L W Δ 69; add το σωμα του κυριου 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 28:9 Καὶ א B D W Θ 69; ως δε επορευοντο απαγγειλαι τοις μαθηταις αυτου και A C K L Δ 1424(εδραμον for επορευοντο)
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 28:14 πείσομεν א B Θ; add αυτον A C D K L W Δ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 28:15 σήμερον א A K W Δ 69 1424; add ημερας B D L Θ
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28
1550 Stephanus New Testament
28 οψε δε σαββατων τη επιφωσκουση εις μιαν σαββατων ηλθεν μαρια η μαγδαληνη και η αλλη μαρια θεωρησαι τον ταφον
2 και ιδου σεισμος εγενετο μεγας αγγελος γαρ κυριου καταβας εξ ουρανου προσελθων απεκυλισεν τον λιθον απο της θυρας και εκαθητο επανω αυτου
3 ην δε η ιδεα αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ωσει χιων
4 απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντες και εγενοντο ωσει νεκροι
5 αποκριθεις δε ο αγγελος ειπεν ταις γυναιξιν μη φοβεισθε υμεις οιδα γαρ οτι ιησουν τον εσταυρωμενον ζητειτε
6 ουκ εστιν ωδε ηγερθη γαρ καθως ειπεν δευτε ιδετε τον τοπον οπου εκειτο ο κυριος
7 και ταχυ πορευθεισαι ειπατε τοις μαθηταις αυτου οτι ηγερθη απο των νεκρων και ιδου προαγει υμας εις την γαλιλαιαν εκει αυτον οψεσθε ιδου ειπον υμιν
8 και εξελθουσαι ταχυ απο του μνημειου μετα φοβου και χαρας μεγαλης εδραμον απαγγειλαι τοις μαθηταις αυτου
9 ως δε επορευοντο απαγγειλαι τοις μαθηταις αυτου και ιδου ο ιησους απηντησεν αυταις λεγων χαιρετε αι δε προσελθουσαι εκρατησαν αυτου τους ποδας και προσεκυνησαν αυτω
10 τοτε λεγει αυταις ο ιησους μη φοβεισθε υπαγετε απαγγειλατε τοις αδελφοις μου ινα απελθωσιν εις την γαλιλαιαν κακει με οψονται
11 πορευομενων δε αυτων ιδου τινες της κουστωδιας ελθοντες εις την πολιν απηγγειλαν τοις αρχιερευσιν απαντα τα γενομενα
12 και συναχθεντες μετα των πρεσβυτερων συμβουλιον τε λαβοντες αργυρια ικανα εδωκαν τοις στρατιωταις
13 λεγοντες ειπατε οτι οι μαθηται αυτου νυκτος ελθοντες εκλεψαν αυτον ημων κοιμωμενων
14 και εαν ακουσθη τουτο επι του ηγεμονος ημεις πεισομεν αυτον και υμας αμεριμνους ποιησομεν
15 οι δε λαβοντες τα αργυρια εποιησαν ως εδιδαχθησαν και διεφημισθη ο λογος ουτος παρα ιουδαιοις μεχρι της σημερον
16 οι δε ενδεκα μαθηται επορευθησαν εις την γαλιλαιαν εις το ορος ου εταξατο αυτοις ο ιησους
17 και ιδοντες αυτον προσεκυνησαν αυτω οι δε εδιστασαν
18 και προσελθων ο ιησους ελαλησεν αυτοις λεγων εδοθη μοι πασα εξουσια εν ουρανω και επι γης
19 πορευθεντες ουν μαθητευσατε παντα τα εθνη βαπτιζοντες αυτους εις το ονομα του πατρος και του υιου και του αγιου πνευματος
20 διδασκοντες αυτους τηρειν παντα οσα ενετειλαμην υμιν και ιδου εγω μεθ υμων ειμι πασας τας ημερας εως της συντελειας του αιωνος αμην
Matthew 28
King James Version
28 In the end of the sabbath, as it began to dawn toward the first day of the week, came Mary Magdalene and the other Mary to see the sepulchre.
2 And, behold, there was a great earthquake: for the angel of the Lord descended from heaven, and came and rolled back the stone from the door, and sat upon it.
3 His countenance was like lightning, and his raiment white as snow:
4 And for fear of him the keepers did shake, and became as dead men.
5 And the angel answered and said unto the women, Fear not ye: for I know that ye seek Jesus, which was crucified.
6 He is not here: for he is risen, as he said. Come, see the place where the Lord lay.
7 And go quickly, and tell his disciples that he is risen from the dead; and, behold, he goeth before you into Galilee; there shall ye see him: lo, I have told you.
8 And they departed quickly from the sepulchre with fear and great joy; and did run to bring his disciples word.
9 And as they went to tell his disciples, behold, Jesus met them, saying, All hail. And they came and held him by the feet, and worshipped him.
10 Then said Jesus unto them, Be not afraid: go tell my brethren that they go into Galilee, and there shall they see me.
11 Now when they were going, behold, some of the watch came into the city, and shewed unto the chief priests all the things that were done.
12 And when they were assembled with the elders, and had taken counsel, they gave large money unto the soldiers,
13 Saying, Say ye, His disciples came by night, and stole him away while we slept.
14 And if this come to the governor's ears, we will persuade him, and secure you.
15 So they took the money, and did as they were taught: and this saying is commonly reported among the Jews until this day.
16 Then the eleven disciples went away into Galilee, into a mountain where Jesus had appointed them.
17 And when they saw him, they worshipped him: but some doubted.
18 And Jesus came and spake unto them, saying, All power is given unto me in heaven and in earth.
19 Go ye therefore, and teach all nations, baptizing them in the name of the Father, and of the Son, and of the Holy Ghost:
20 Teaching them to observe all things whatsoever I have commanded you: and, lo, I am with you always, even unto the end of the world. Amen.
Matthew 28
New King James Version
He Is Risen(A)
28 Now (B)after the Sabbath, as the first day of the week began to dawn, Mary Magdalene (C)and the other Mary came to see the tomb. 2 And behold, there was a great earthquake; for (D)an angel of the Lord descended from heaven, and came and rolled back the stone [a]from the door, and sat on it. 3 (E)His countenance was like lightning, and his clothing as white as snow. 4 And the guards shook for fear of him, and became like (F)dead men.
5 But the angel answered and said to the women, “Do not be afraid, for I know that you seek Jesus who was crucified. 6 He is not here; for He is risen, (G)as He said. Come, see the place where the Lord lay. 7 And go quickly and tell His disciples that He is risen from the dead, and indeed (H)He is going before you into Galilee; there you will see Him. Behold, I have told you.”
8 So they went out quickly from the tomb with fear and great joy, and ran to bring His disciples word.
The Women Worship the Risen Lord
9 And [b]as they went to tell His disciples, behold, (I)Jesus met them, saying, “Rejoice!” So they came and held Him by the feet and worshiped Him. 10 Then Jesus said to them, “Do not be afraid. Go and tell (J)My brethren to go to Galilee, and there they will see Me.”
The Soldiers Are Bribed
11 Now while they were going, behold, some of the guard came into the city and reported to the chief priests all the things that had happened. 12 When they had assembled with the elders and consulted together, they gave a large sum of money to the soldiers, 13 saying, “Tell them, ‘His disciples came at night and stole Him away while we slept.’ 14 And if this comes to the governor’s ears, we will appease him and make you secure.” 15 So they took the money and did as they were instructed; and this saying is commonly reported among the Jews until this day.
The Great Commission(K)
16 Then the eleven disciples went away into Galilee, to the mountain (L)which Jesus had appointed for them. 17 When they saw Him, they worshiped Him; but some (M)doubted.
18 And Jesus came and spoke to them, saying, (N)“All authority has been given to Me in heaven and on earth. 19 (O)Go [c]therefore and (P)make disciples of all the nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit, 20 (Q)teaching them to observe all things that I have commanded you; and lo, I am (R)with you always, even to the end of the age.” [d]Amen.
Footnotes
- Matthew 28:2 NU omits from the door
- Matthew 28:9 NU omits as they went to tell His disciples
- Matthew 28:19 M omits therefore
- Matthew 28:20 NU omits Amen.
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.