ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19
Tyndale House Greek New Testament
19 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ. 3 καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀνέγνωτε ὅτι [a]ὁ κτίσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; 5 καὶ εἶπεν· ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν 6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
7 Λέγουσιν αὐτῷ· τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;
8 Λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
9 Λέγω δὲ ὑμῖν· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ [b]μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. [c]καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
10 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
11 Ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον ἀλλ᾽ οἷς δέδοται. 12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
13 Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15 καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
16 Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν· [d]διδάσκαλε, τί ἀγαθὸν [e]ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· [f]τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; [g]εἷς ἐστιν ὁ ἀγαθός. εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς.
18 Λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπεν· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
20 Λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφύλαξα, τί ἔτι ὑστερῶ;
21 Ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς τοῖς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
22 Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
24 Πάλιν δὲ λέγω ὑμῖν· εὐκοπώτερόν ἐστιν κάμηλον διὰ [h]τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
25 Ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
28 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλινγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
29 Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα [i]ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
Footnotes
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19:4 ὁ κτίσας B Θ; ο ποιησας א C D K W Δ 69 1424; εποιησας L
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19:9 μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται א C3 K L W(omit και) Δ Θ 69marg(ει μη for μη) 1424; μη επι πορνεια και γαμηση αλλην ποιει αυτην μοιχευθηναι C*; παρεκτος λογου πορνειας και γαμηση αλλην μοιχαται D 69*; παρεκτος λογου πορνειας ποιει αυτην μοιχευθηναι B; unclear P25( .ν] μ̣οιχευ̣θηναι)
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19:9 καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται B K; as text but γαμων for γαμησας C* W Δ Θ 1424; ωσαυτως και ο γαμων απολελυμενην μοιχαται P25; omit א C3 D L 69
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19:16 διδάσκαλε א B D L; add αγαθε C K W Δ Θ 69 1424
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19:16 ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον B C* D Θ; as text but εχω for σχω C3 K W(ζωην εχω αιωνιον) Δ 69 1424; ποιησας ζωην αιωνιον κληρονομησω א L
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19:17 τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ א B D(omit του) L Θ 1424c(επερωτας); τι με λεγεις αγαθον C K W Δ(omit λεγεις) 69 1424*
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19:17 εἷς ἐστιν ὁ ἀγαθός א B*(omit εις) B1 D(omit ο) L Θ 1424c(omit ο); ουδεις αγαθος ει μη εις ο θεος C K W Δ 69 1424*
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19:24 τρυπήματος א2 D L W Δ 69 1424; ♦ τρηματος א* B; τρυμαλιας C K Θ
- ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19:29 ἢ γυναῖκα א C K L W Δ Θ 69 1424; omit B D
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19
1550 Stephanus New Testament
19 και εγενετο οτε ετελεσεν ο ιησους τους λογους τουτους μετηρεν απο της γαλιλαιας και ηλθεν εις τα ορια της ιουδαιας περαν του ιορδανου
2 και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους εκει
3 και προσηλθον αυτω οι φαρισαιοι πειραζοντες αυτον και λεγοντες αυτω ει εξεστιν ανθρωπω απολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν
4 ο δε αποκριθεις ειπεν αυτοις ουκ ανεγνωτε οτι ο ποιησας απ αρχης αρσεν και θηλυ εποιησεν αυτους
5 και ειπεν ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα και προσκολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαν
6 ωστε ουκετι εισιν δυο αλλα σαρξ μια ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω
7 λεγουσιν αυτω τι ουν μωσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι αυτην
8 λεγει αυτοις οτι μωσης προς την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τας γυναικας υμων απ αρχης δε ου γεγονεν ουτως
9 λεγω δε υμιν οτι ος αν απολυση την γυναικα αυτου ει μη επι πορνεια και γαμηση αλλην μοιχαται και ο απολελυμενην γαμησας μοιχαται
10 λεγουσιν αυτω οι μαθηται αυτου ει ουτως εστιν η αιτια του ανθρωπου μετα της γυναικος ου συμφερει γαμησαι
11 ο δε ειπεν αυτοις ου παντες χωρουσιν τον λογον τουτον αλλ οις δεδοται
12 εισιν γαρ ευνουχοι οιτινες εκ κοιλιας μητρος εγεννηθησαν ουτως και εισιν ευνουχοι οιτινες ευνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων ο δυναμενος χωρειν χωρειτω
13 τοτε προσηνεχθη αυτω παιδια ινα τας χειρας επιθη αυτοις και προσευξηται οι δε μαθηται επετιμησαν αυτοις
14 ο δε ιησους ειπεν αφετε τα παιδια και μη κωλυετε αυτα ελθειν προς με των γαρ τοιουτων εστιν η βασιλεια των ουρανων
15 και επιθεις αυτοις τας χειρας επορευθη εκειθεν
16 και ιδου εις προσελθων ειπεν αυτω διδασκαλε αγαθε τι αγαθον ποιησω ινα εχω ζωην αιωνιον
17 ο δε ειπεν αυτω τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος ει δε θελεις εισελθειν εις την ζωην τηρησον τας εντολας
18 λεγει αυτω ποιας ο δε ιησους ειπεν το ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις
19 τιμα τον πατερα σου και την μητερα και αγαπησεις τον πλησιον σου ως σεαυτον
20 λεγει αυτω ο νεανισκος παντα ταυτα εφυλαξαμην εκ νεοτητος μου τι ετι υστερω
21 εφη αυτω ο ιησους ει θελεις τελειος ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δος πτωχοις και εξεις θησαυρον εν ουρανω και δευρο ακολουθει μοι
22 ακουσας δε ο νεανισκος τον λογον απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα
23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμιν οτι δυσκολως πλουσιος εισελευσεται εις την βασιλειαν των ουρανων
24 παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρυπηματος ραφιδος διελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν
25 ακουσαντες δε οι μαθηται αυτου εξεπλησσοντο σφοδρα λεγοντες τις αρα δυναται σωθηναι
26 εμβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα εστιν
27 τοτε αποκριθεις ο πετρος ειπεν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν
28 ο δε ιησους ειπεν αυτοις αμην λεγω υμιν οτι υμεις οι ακολουθησαντες μοι εν τη παλιγγενεσια οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου καθισεσθε και υμεις επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του ισραηλ
29 και πας ος αφηκεν οικιας η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους ενεκεν του ονοματος μου εκατονταπλασιονα ληψεται και ζωην αιωνιον κληρονομησει
30 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι
Matthew 19
King James Version
19 And it came to pass, that when Jesus had finished these sayings, he departed from Galilee, and came into the coasts of Judaea beyond Jordan;
2 And great multitudes followed him; and he healed them there.
3 The Pharisees also came unto him, tempting him, and saying unto him, Is it lawful for a man to put away his wife for every cause?
4 And he answered and said unto them, Have ye not read, that he which made them at the beginning made them male and female,
5 And said, For this cause shall a man leave father and mother, and shall cleave to his wife: and they twain shall be one flesh?
6 Wherefore they are no more twain, but one flesh. What therefore God hath joined together, let not man put asunder.
7 They say unto him, Why did Moses then command to give a writing of divorcement, and to put her away?
8 He saith unto them, Moses because of the hardness of your hearts suffered you to put away your wives: but from the beginning it was not so.
9 And I say unto you, Whosoever shall put away his wife, except it be for fornication, and shall marry another, committeth adultery: and whoso marrieth her which is put away doth commit adultery.
10 His disciples say unto him, If the case of the man be so with his wife, it is not good to marry.
11 But he said unto them, All men cannot receive this saying, save they to whom it is given.
12 For there are some eunuchs, which were so born from their mother's womb: and there are some eunuchs, which were made eunuchs of men: and there be eunuchs, which have made themselves eunuchs for the kingdom of heaven's sake. He that is able to receive it, let him receive it.
13 Then were there brought unto him little children, that he should put his hands on them, and pray: and the disciples rebuked them.
14 But Jesus said, Suffer little children, and forbid them not, to come unto me: for of such is the kingdom of heaven.
15 And he laid his hands on them, and departed thence.
16 And, behold, one came and said unto him, Good Master, what good thing shall I do, that I may have eternal life?
17 And he said unto him, Why callest thou me good? there is none good but one, that is, God: but if thou wilt enter into life, keep the commandments.
18 He saith unto him, Which? Jesus said, Thou shalt do no murder, Thou shalt not commit adultery, Thou shalt not steal, Thou shalt not bear false witness,
19 Honour thy father and thy mother: and, Thou shalt love thy neighbour as thyself.
20 The young man saith unto him, All these things have I kept from my youth up: what lack I yet?
21 Jesus said unto him, If thou wilt be perfect, go and sell that thou hast, and give to the poor, and thou shalt have treasure in heaven: and come and follow me.
22 But when the young man heard that saying, he went away sorrowful: for he had great possessions.
23 Then said Jesus unto his disciples, Verily I say unto you, That a rich man shall hardly enter into the kingdom of heaven.
24 And again I say unto you, It is easier for a camel to go through the eye of a needle, than for a rich man to enter into the kingdom of God.
25 When his disciples heard it, they were exceedingly amazed, saying, Who then can be saved?
26 But Jesus beheld them, and said unto them, With men this is impossible; but with God all things are possible.
27 Then answered Peter and said unto him, Behold, we have forsaken all, and followed thee; what shall we have therefore?
28 And Jesus said unto them, Verily I say unto you, That ye which have followed me, in the regeneration when the Son of man shall sit in the throne of his glory, ye also shall sit upon twelve thrones, judging the twelve tribes of Israel.
29 And every one that hath forsaken houses, or brethren, or sisters, or father, or mother, or wife, or children, or lands, for my name's sake, shall receive an hundredfold, and shall inherit everlasting life.
30 But many that are first shall be last; and the last shall be first.
Matthew 19
New King James Version
Marriage and Divorce(A)
19 Now it came to pass, (B)when Jesus had finished these sayings, that He departed from Galilee and came to the region of Judea beyond the Jordan. 2 (C)And great multitudes followed Him, and He healed them there.
3 The Pharisees also came to Him, testing Him, and saying to Him, “Is it lawful for a man to divorce his wife for just any reason?”
4 And He answered and said to them, “Have you not read that He who [a]made them at the beginning (D)‘made them male and female,’ 5 and said, (E)‘For this reason a man shall leave his father and mother and be joined to his wife, and (F)the two shall become one flesh’? 6 So then, they are no longer two but one flesh. Therefore what God has joined together, let not man separate.”
7 They said to Him, (G)“Why then did Moses command to give a certificate of divorce, and to put her away?”
8 He said to them, “Moses, because of the (H)hardness of your hearts, permitted you to divorce your (I)wives, but from the beginning it was not so. 9 (J)And I say to you, whoever divorces his wife, except for [b]sexual immorality, and marries another, commits adultery; and whoever marries her who is divorced commits adultery.”
10 His disciples said to Him, (K)“If such is the case of the man with his wife, it is better not to marry.”
Jesus Teaches on Celibacy
11 But He said to them, (L)“All cannot accept this saying, but only those to whom it has been given: 12 For there are [c]eunuchs who were born thus from their mother’s womb, and (M)there are eunuchs who were made eunuchs by men, and there are eunuchs who have made themselves eunuchs for the kingdom of heaven’s sake. He who is able to accept it, let him accept it.”
Jesus Blesses Little Children(N)
13 (O)Then little children were brought to Him that He might put His hands on them and pray, but the disciples rebuked them. 14 But Jesus said, “Let the little children come to Me, and do not forbid them; for (P)of such is the kingdom of heaven.” 15 And He laid His hands on them and departed from there.
Jesus Counsels the Rich Young Ruler(Q)
16 (R)Now behold, one came and said to Him, (S)“Good[d] Teacher, what good thing shall I do that I may have eternal life?”
17 So He said to him, [e]“Why do you call Me good? [f]No one is (T)good but One, that is, God. But if you want to enter into life, (U)keep the commandments.”
18 He said to Him, “Which ones?”
Jesus said, (V)“‘You shall not murder,’ ‘You shall not commit adultery,’ ‘You shall not steal,’ ‘You shall not bear false witness,’ 19 (W)‘Honor your father and your mother,’ and, (X)‘You shall love your neighbor as yourself.’ ”
20 The young man said to Him, “All these things I have (Y)kept [g]from my youth. What do I still lack?”
21 Jesus said to him, “If you want to be perfect, (Z)go, sell what you have and give to the poor, and you will have treasure in heaven; and come, follow Me.”
22 But when the young man heard that saying, he went away sorrowful, for he had great possessions.
With God All Things Are Possible(AA)
23 Then Jesus said to His disciples, “Assuredly, I say to you that (AB)it is hard for a rich man to enter the kingdom of heaven. 24 And again I say to you, it is easier for a camel to go through the eye of a needle than for a rich man to enter the kingdom of God.”
25 When His disciples heard it, they were greatly astonished, saying, “Who then can be saved?”
26 But Jesus looked at them and said to them, “With men this is impossible, but (AC)with God all things are possible.”
27 Then Peter answered and said to Him, “See, (AD)we have left all and followed You. Therefore what shall we have?”
28 So Jesus said to them, “Assuredly I say to you, that in the regeneration, when the Son of Man sits on the throne of His glory, (AE)you who have followed Me will also sit on twelve thrones, judging the twelve tribes of Israel. 29 (AF)And everyone who has left houses or brothers or sisters or father or mother [h]or wife or children or [i]lands, for My name’s sake, shall receive a hundredfold, and inherit eternal life. 30 (AG)But many who are first will be last, and the last first.
Footnotes
- Matthew 19:4 NU created
- Matthew 19:9 Or fornication
- Matthew 19:12 Emasculated men
- Matthew 19:16 NU omits Good
- Matthew 19:17 NU Why do you ask Me about what is good?
- Matthew 19:17 NU There is One who is good. But
- Matthew 19:20 NU omits from my youth
- Matthew 19:29 NU omits or wife
- Matthew 19:29 Lit. fields
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.