ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1
SBL Greek New Testament
1 Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, 2 ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν. 3 μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.
4 Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη [a]ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, 5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
Τῷ ἀγαπῶντι ἡμᾶς καὶ [b]λύσαντι ἡμᾶς [c]ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ— 6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ— αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας [d]τῶν αἰώνων· ἀμήν.
7 Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν.
8 Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει κύριος, ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9 Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ [e]συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ [f]ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ [g]καὶ τὴν μαρτυρίαν [h]Ἰησοῦ. 10 ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα [i]ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος 11 λεγούσης· Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.
12 [j]Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ’ ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, 13 καὶ ἐν μέσῳ [k]τῶν λυχνιῶν ὅμοιον [l]υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν· 14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, 15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ [m]πεπυρωμένης, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, 16 καὶ ἔχων ἐν τῇ δεξιᾷ [n]χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ λέγων· Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, 18 καὶ ὁ ζῶν— καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν [o]αἰώνων— καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου. 19 γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει [p]γίνεσθαι μετὰ ταῦτα. 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων [q]οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:4 ἀπὸ WH Treg NIV ] + θεοῦ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:5 λύσαντι WH Treg NIV ] λούσαντι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:5 ἐκ WH Treg NIV ] ἀπὸ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:6 τῶν αἰώνων Treg NIV RP ] – WH
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:9 συγκοινωνὸς WH Treg NIV ] κοινωνὸς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:9 ἐν WH Treg NIV ] + Χριστῷ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:9 καὶ WH Treg NIV ] + διὰ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:9 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:10 ὀπίσω μου φωνὴν WH Treg NIV ] φωνὴν ὀπίσω μου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:12 Καὶ WH Treg NIV ] + ἐκεῖ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:13 τῶν WH NIV ] + ἑπτὰ Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:13 υἱὸν WH NIV ] υἱῷ Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:15 πεπυρωμένης WH Treg NIV ] πεπυρωμένοι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:16 χειρὶ αὐτοῦ WH Treg NIV ] αὐτοῦ χειρὶ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:18 αἰώνων WH Treg NIV ] + ἀμήν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:19 γίνεσθαι WH Treg RP ] γενέσθαι NIV
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:20 οὓς WH Treg NIV ] ὧν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software