Add parallel Print Page Options

25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός [a]ἐστιν ὁ χριστός; 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 30 ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 [b]ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ [c]ἔλεγον· Ὁ χριστὸς ὅταν ἔλθῃ [d]μὴ πλείονα [e]σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:26 ἐστιν WH Treg NIV ] + ἀληθῶς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:31 ἐκ τοῦ ὄχλου δὲ πολλοὶ WH Treg NIV ] Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:31 ἔλεγον WH Treg NIV ] + ὅτι RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:31 μὴ WH Treg NIV ] μήτι RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:31 σημεῖα WH Treg NIV ] + τούτων RP