The Authority of the Son

19 So Jesus said to them, “Truly, truly, I say to you, (A)the Son (B)can do nothing of his own accord, but only what he sees the Father doing. For whatever the Father[a] does, that the Son does likewise. 20 For (C)the Father loves the Son and shows him all that he himself is doing. And (D)greater works than these will he show him, so that (E)you may marvel. 21 For as the Father (F)raises the dead and (G)gives them life, so (H)also the Son gives life (I)to whom he will. 22 (J)For the Father judges no one, but (K)has given all judgment to the Son, 23 that all may honor the Son, just as they (L)honor the Father. (M)Whoever does not honor the Son does not honor the Father who sent him. 24 Truly, truly, I say to you, (N)whoever hears my word and (O)believes him who sent me has eternal life. He (P)does not come into judgment, but (Q)has passed from death to life.

25 “Truly, truly, I say to you, (R)an hour is coming, and is now here, when (S)the dead will hear (T)the voice of the Son of God, and those who hear (U)will live. 26 (V)For as the Father has life in himself, (W)so he has granted the Son also to have life in himself. 27 And he (X)has given him authority to execute judgment, because he is the Son of Man. 28 Do not marvel at this, for (Y)an hour is coming when (Z)all who are in the tombs will hear his voice 29 and come out, (AA)those who have done good to the resurrection of life, and those who have done evil to the resurrection of judgment.

Read full chapter

Footnotes

  1. John 5:19 Greek he

19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ [a]ἔλεγεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν [b]ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. 24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.

25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ [c]ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες [d]ζήσουσιν. 26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως [e]καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν [f]αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις [g]ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ [h]δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:19 ἔλεγεν WH NIV ] εἶπεν Treg RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:19 ἐὰν Treg NIV RP ] ἂν WH
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:25 ἀκούσουσιν WH Treg NIV ] ἀκούσονται RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:25 ζήσουσιν WH Treg NIV ] ζήσονται RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:26 καὶ τῷ υἱῷ ἔδωκεν WH Treg NIV ] ἔδωκεν καὶ τῷ υἱῷ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:27 αὐτῷ WH Treg NIV ] + καὶ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:28 ἀκούσουσιν WH Treg NIV ] ἀκούσονται RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:29 δὲ Treg NIV RP ] – WH