Add parallel Print Page Options

Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ [a]ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.

Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς [b]ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον [c]δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.

Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας [d]ὑμᾶς ἅπαξ [e]πάντα, ὅτι [f]Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν· ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον [g]τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.

Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν. ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν· Ἐπιτιμήσαι σοι κύριος. 10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. 11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. 12 οὗτοί εἰσιν [h]οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα, 13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.

14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· Ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, 15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι [i]πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. 16 οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας [j]αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.

17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 18 ὅτι ἔλεγον [k]ὑμῖν· [l]Ἐπ’ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19 οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. 20 ὑμεῖς δέ, ἀγαπητοί, [m]ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι, 21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. 22 καὶ οὓς μὲν [n]ἐλεᾶτε [o]διακρινομένους, 23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.

24 Τῷ δὲ δυναμένῳ φυλάξαι [p]ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει 25 [q]μόνῳ θεῷ σωτῆρι ἡμῶν [r]διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν [s]δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία [t]πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

Footnotes

  1. ΙΟΥΔΑ 1:1 ἠγαπημένοις WH Treg NIV ] ἠγίασμένοις RP
  2. ΙΟΥΔΑ 1:3 ἡμῶν WH Treg NIV ] – RP
  3. ΙΟΥΔΑ 1:4 δεσπότην WH Treg NIV ] + θεόν RP
  4. ΙΟΥΔΑ 1:5 ὑμᾶς ἅπαξ RP ] ἅπαξ ὑμᾶς NIV; ἅπαξ WH Treg; ὑμᾶς NA
  5. ΙΟΥΔΑ 1:5 πάντα WH Treg NIV ] τοῦτο RP
  6. ΙΟΥΔΑ 1:5 Ἰησοῦς Holmes WHmarg ] κύριος WH Treg; ὁ κύριος NIV RP; ὁ κύριος ἅπαξ NA
  7. ΙΟΥΔΑ 1:7 τρόπον τούτοις WH Treg NIV ] τούτοις τρόπον RP
  8. ΙΟΥΔΑ 1:12 οἱ WH Treg NIV ] – RP
  9. ΙΟΥΔΑ 1:15 πάντας τοὺς ἀσεβεῖς WH Treg NIV ] + αὐτῶν RP; πᾶσαν ψυχὴν NA
  10. ΙΟΥΔΑ 1:16 αὐτῶν WH Treg RP ] ἑαυτῶν NIV
  11. ΙΟΥΔΑ 1:18 ὑμῖν WH ] + ὅτι Treg NIV RP
  12. ΙΟΥΔΑ 1:18 Ἐπ᾽ ἐσχάτου χρόνου WH Treg ] Ἐπ᾽ ἐσχάτου τοῦ χρόνου NIV; ἐν ἐσχάτῳ χρόνῳ RP
  13. ΙΟΥΔΑ 1:20 ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει WH Treg NIV ] τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς RP
  14. ΙΟΥΔΑ 1:22 ἐλεᾶτε WH NIV ] ἐλεεῖτε RP; ἐλέγχετε Treg
  15. ΙΟΥΔΑ 1:22 διακρινομένους οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ Treg NIV ] διακρινομένους σῴζετε ἐκ πυρὸς ἁρπάζοντες οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ WH; διακρινομένοι οὓς δὲ ἐν φόβῳ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες RP
  16. ΙΟΥΔΑ 1:24 ὑμᾶς WH Treg NIV ] αὐτούς RP
  17. ΙΟΥΔΑ 1:25 μόνῳ WH Treg NIV ] + σοφῷ RP
  18. ΙΟΥΔΑ 1:25 διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν WH Treg NIV ] – RP
  19. ΙΟΥΔΑ 1:25 δόξα WH Treg NIV ] + καὶ RP
  20. ΙΟΥΔΑ 1:25 πρὸ παντὸς τοῦ αἰῶνος WH Treg NIV ] – RP

ιουδας ιησου χριστου δουλος αδελφος δε ιακωβου τοις εν θεω πατρι ηγαπημενοις και ιησου χριστω τετηρημενοις κλητοις

ελεος υμιν και ειρηνη και αγαπη πληθυνθειη

αγαπητοι πασαν σπουδην ποιουμενος γραφειν υμιν περι της κοινης ημων σωτηριας αναγκην εσχον γραψαι υμιν παρακαλων επαγωνιζεσθαι τη απαξ παραδοθειση τοις αγιοις πιστει

παρεισεδυησαν γαρ τινες ανθρωποι οι παλαι προγεγραμμενοι εις τουτο το κριμα ασεβεις την του θεου ημων χαριτα μετατιθεντες εις ασελγειαν και τον μονον δεσποτην και κυριον ημων ιησουν χριστον αρνουμενοι

υπομνησαι δε υμας βουλομαι ειδοτας απαξ παντα οτι κυριος λαον εκ γης αιγυπτου σωσας το δευτερον τους μη πιστευσαντας απωλεσεν

αγγελους τε τους μη τηρησαντας την εαυτων αρχην αλλα απολιποντας το ιδιον οικητηριον εις κρισιν μεγαλης ημερας δεσμοις αιδιοις υπο ζοφον τετηρηκεν

ως σοδομα και γομορρα και αι περι αυτας πολεις τον ομοιον τροπον τουτοις εκπορνευσασαι και απελθουσαι οπισω σαρκος ετερας προκεινται δειγμα πυρος αιωνιου δικην υπεχουσαι

ομοιως μεντοι και ουτοι ενυπνιαζομενοι σαρκα μεν μιαινουσιν κυριοτητα δε αθετουσιν δοξας δε βλασφημουσιν

ο δε μιχαηλ ο αρχαγγελος οτε τω διαβολω διακρινομενος διελεγετο περι του μωυσεως σωματος ουκ ετολμησεν κρισιν επενεγκειν βλασφημιας αλλα ειπεν επιτιμησαι σοι κυριος

10 ουτοι δε οσα μεν ουκ οιδασιν βλασφημουσιν οσα δε φυσικως ως τα αλογα ζωα επιστανται εν τουτοις φθειρονται

11 ουαι αυτοις οτι τη οδω του καιν επορευθησαν και τη πλανη του βαλααμ μισθου εξεχυθησαν και τη αντιλογια του κορε απωλοντο

12 ουτοι εισιν οι εν ταις αγαπαις υμων σπιλαδες συνευωχουμενοι αφοβως εαυτους ποιμαινοντες νεφελαι ανυδροι υπο ανεμων παραφερομεναι δενδρα φθινοπωρινα ακαρπα δις αποθανοντα εκριζωθεντα

13 κυματα αγρια θαλασσης επαφριζοντα τας εαυτων αισχυνας αστερες πλανηται οις ο ζοφος του σκοτους εις αιωνα τετηρηται

14 επροφητευσεν δε και τουτοις εβδομος απο αδαμ ενωχ λεγων ιδου ηλθεν κυριος εν αγιαις μυριασιν αυτου

15 ποιησαι κρισιν κατα παντων και ελεγξαι παντας τους ασεβεις περι παντων των εργων ασεβειας αυτων ων ησεβησαν και περι παντων των σκληρων ων ελαλησαν κατ αυτου αμαρτωλοι ασεβεις

16 ουτοι εισιν γογγυσται μεμψιμοιροι κατα τας επιθυμιας αυτων πορευομενοι και το στομα αυτων λαλει υπερογκα θαυμαζοντες προσωπα ωφελειας χαριν

17 υμεις δε αγαπητοι μνησθητε των ρηματων των προειρημενων υπο των αποστολων του κυριου ημων ιησου χριστου

18 οτι ελεγον υμιν επ εσχατου χρονου εσονται εμπαικται κατα τας εαυτων επιθυμιας πορευομενοι των ασεβειων

19 ουτοι εισιν οι αποδιοριζοντες ψυχικοι πνευμα μη εχοντες

20 υμεις δε αγαπητοι εποικοδομουντες εαυτους τη αγιωτατη υμων πιστει εν πνευματι αγιω προσευχομενοι

21 εαυτους εν αγαπη θεου τηρησατε προσδεχομενοι το ελεος του κυριου ημων ιησου χριστου εις ζωην αιωνιον

22 και ους μεν ελεατε διακρινομενους σωζετε εκ πυρος αρπαζοντες

23 ους δε ελεατε εν φοβω μισουντες και τον απο της σαρκος εσπιλωμενον χιτωνα

24 τω δε δυναμενω φυλαξαι υμας απταιστους και στησαι κατενωπιον της δοξης αυτου αμωμους εν αγαλλιασει

25 μονω θεω σωτηρι ημων δια ιησου χριστου του κυριου ημων δοξα μεγαλωσυνη κρατος και εξουσια προ παντος του αιωνος και νυν και εις παντας τους αιωνας αμην

Jude,(A) a servant of Jesus Christ(B) and a brother of James,

To those who have been called,(C) who are loved in God the Father and kept for[a] Jesus Christ:(D)

Mercy, peace(E) and love be yours in abundance.(F)

The Sin and Doom of Ungodly People

Dear friends,(G) although I was very eager to write to you about the salvation we share,(H) I felt compelled to write and urge you to contend(I) for the faith(J) that was once for all entrusted to God’s holy people.(K) For certain individuals whose condemnation was written about[b] long ago have secretly slipped in among you.(L) They are ungodly people, who pervert the grace of our God into a license for immorality and deny Jesus Christ our only Sovereign and Lord.(M)

Though you already know all this,(N) I want to remind you(O) that the Lord[c] at one time delivered his people out of Egypt, but later destroyed those who did not believe.(P) And the angels who did not keep their positions of authority but abandoned their proper dwelling—these he has kept in darkness, bound with everlasting chains for judgment on the great Day.(Q) In a similar way, Sodom and Gomorrah(R) and the surrounding towns(S) gave themselves up to sexual immorality and perversion. They serve as an example of those who suffer the punishment of eternal fire.(T)

In the very same way, on the strength of their dreams these ungodly people pollute their own bodies, reject authority and heap abuse on celestial beings.(U) But even the archangel(V) Michael,(W) when he was disputing with the devil about the body of Moses,(X) did not himself dare to condemn him for slander but said, “The Lord rebuke you!”[d](Y) 10 Yet these people slander whatever they do not understand, and the very things they do understand by instinct—as irrational animals do—will destroy them.(Z)

11 Woe to them! They have taken the way of Cain;(AA) they have rushed for profit into Balaam’s error;(AB) they have been destroyed in Korah’s rebellion.(AC)

12 These people are blemishes at your love feasts,(AD) eating with you without the slightest qualm—shepherds who feed only themselves.(AE) They are clouds without rain,(AF) blown along by the wind;(AG) autumn trees, without fruit and uprooted(AH)—twice dead. 13 They are wild waves of the sea,(AI) foaming up their shame;(AJ) wandering stars, for whom blackest darkness has been reserved forever.(AK)

14 Enoch,(AL) the seventh from Adam, prophesied about them: “See, the Lord is coming(AM) with thousands upon thousands of his holy ones(AN) 15 to judge(AO) everyone, and to convict all of them of all the ungodly acts they have committed in their ungodliness, and of all the defiant words ungodly sinners have spoken against him.”[e](AP) 16 These people are grumblers(AQ) and faultfinders; they follow their own evil desires;(AR) they boast(AS) about themselves and flatter others for their own advantage.

A Call to Persevere

17 But, dear friends, remember what the apostles(AT) of our Lord Jesus Christ foretold.(AU) 18 They said to you, “In the last times(AV) there will be scoffers who will follow their own ungodly desires.”(AW) 19 These are the people who divide you, who follow mere natural instincts and do not have the Spirit.(AX)

20 But you, dear friends, by building yourselves up(AY) in your most holy faith(AZ) and praying in the Holy Spirit,(BA) 21 keep yourselves in God’s love as you wait(BB) for the mercy of our Lord Jesus Christ to bring you to eternal life.(BC)

22 Be merciful to those who doubt; 23 save others by snatching them from the fire;(BD) to others show mercy, mixed with fear—hating even the clothing stained by corrupted flesh.[f](BE)

Doxology

24 To him who is able(BF) to keep you from stumbling and to present you before his glorious presence(BG) without fault(BH) and with great joy— 25 to the only God(BI) our Savior be glory, majesty, power and authority, through Jesus Christ our Lord, before all ages, now and forevermore!(BJ) Amen.(BK)

Footnotes

  1. Jude 1:1 Or by; or in
  2. Jude 1:4 Or individuals who were marked out for condemnation
  3. Jude 1:5 Some early manuscripts Jesus
  4. Jude 1:9 Jude is alluding to the Jewish Testament of Moses (approximately the first century a.d.).
  5. Jude 1:15 From the Jewish First Book of Enoch (approximately the first century b.c.)
  6. Jude 1:23 The Greek manuscripts of these verses vary at several points.