Add parallel Print Page Options

19 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἱερειχώ. καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος· καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς [a]εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.

Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.

Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἁβραάμ ἐστιν· 10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἱερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.

12 Εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι. 14 οἱ δὲ πολεῖται αὐτοῦ ἐμείσουν αὐτὸν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς. 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ [b]τί διεπραγματεύσαντο.

16 Παρεγένετο δὲ ὁ πρῶτος λέγων· κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς. 17 καὶ εἶπεν αὐτῷ· [c]εὖγε ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.

18 Καὶ ἦλθεν ὁ δεύτερος λέγων· ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. 19 εἶπεν δὲ καὶ τούτῳ· καὶ σὺ ἐπάνω γείνου πέντε πόλεων.

20 Καὶ ὁ ἕτερος ἦλθεν λέγων· κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.

22 Λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα· 23 καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν, κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα; 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. 25 καὶ εἶπαν αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς. 26 [d]λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται.

27 Πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.

28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29 καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανία πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν 30 λέγων· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· καὶ λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· διὰ τί λύετε; οὕτως ἐρεῖτε· ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.

32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπαν· ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια [e]αὐτῶν ἐν τῇ ὁδῷ.

37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων 38 λέγοντες· εὐλογημένος [f]ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ εἰρήνη, καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς εἶπεν· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.

41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτὴν 42 λέγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς [g]εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ [h]περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοὶ καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς [i]πωλοῦντας 46 λέγων αὐτοῖς· γέγραπται, καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον ληστῶν. 47 καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

Footnotes

  1. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 19:5 εἶπεν א B L Θ; ειδεν αυτον και ειπεν A K Q(ιδεν for ειδεν) W Δ 69 1424; και ιδων αυτον ειπεν Ψ
  2. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 τί διεπραγματεύσαντο א B D L Ψ; τις πεπραγματευσατο W; τις τι διεπραγματευσατο A K Θ 69 1424; τις τι πραγματευσατο Δ
  3. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 19:17 εὖγε B D; ευ א A K L W Δ Θ Ψ 69 1424
  4. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 λέγω א B L 1424; add γαρ A D K W Δ Θ Ψ 69
  5. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 19:36 αὐτῶν א D L Δ 69 1424; εαυτων A B K W Θ Ψ
  6. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 ὁ ἐρχόμενος βασιλεὺς א2 A K L Δ Θ Ψ 69(vid ο ερ βασιλευς) 1424; ο ερχομενος ο βασιλευς B; ο βασιλευς א; ο ερχομενος D W
  7. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 εἰρήνην א B L Θ; add σοι D 69; add σου A K W Δ Ψ 1424
  8. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 19:43 περιβαλοῦσιν A B C2 K W Δ 69; περιβαλλουσιν 1424; βαλουσιν D; παρεμβαλουσιν א C* L Θ Ψ
  9. ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ 19:45 πωλοῦντας א B L; add και τους αγοραζοντας C Ψ 69(omit τους); εν αυτω και αγοραζοντας A K W Δ Θ 1424; add εν αυτω και αγοραζοντας και τας τραπεζας των κολλυβιστων εξεχεεν και τας καθεδρας των πολουντων τας περιστερας D

19 και εισελθων διηρχετο την ιεριχω

και ιδου ανηρ ονοματι καλουμενος ζακχαιος και αυτος ην αρχιτελωνης και ουτος ην πλουσιος

και εζητει ιδειν τον ιησουν τις εστιν και ουκ ηδυνατο απο του οχλου οτι τη ηλικια μικρος ην

και προδραμων εμπροσθεν ανεβη επι συκομωραιαν ινα ιδη αυτον οτι δι εκεινης ημελλεν διερχεσθαι

και ως ηλθεν επι τον τοπον αναβλεψας ο ιησους ειδεν αυτον και ειπεν προς αυτον ζακχαιε σπευσας καταβηθι σημερον γαρ εν τω οικω σου δει με μειναι

και σπευσας κατεβη και υπεδεξατο αυτον χαιρων

και ιδοντες απαντες διεγογγυζον λεγοντες οτι παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι

σταθεις δε ζακχαιος ειπεν προς τον κυριον ιδου τα ημιση των υπαρχοντων μου κυριε διδωμι τοις πτωχοις και ει τινος τι εσυκοφαντησα αποδιδωμι τετραπλουν

ειπεν δε προς αυτον ο ιησους οτι σημερον σωτηρια τω οικω τουτω εγενετο καθοτι και αυτος υιος αβρααμ εστιν

10 ηλθεν γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος

11 ακουοντων δε αυτων ταυτα προσθεις ειπεν παραβολην δια το εγγυς αυτον ειναι ιερουσαλημ και δοκειν αυτους οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι

12 ειπεν ουν ανθρωπος τις ευγενης επορευθη εις χωραν μακραν λαβειν εαυτω βασιλειαν και υποστρεψαι

13 καλεσας δε δεκα δουλους εαυτου εδωκεν αυτοις δεκα μνας και ειπεν προς αυτους πραγματευσασθε εως ερχομαι

14 οι δε πολιται αυτου εμισουν αυτον και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντες ου θελομεν τουτον βασιλευσαι εφ ημας

15 και εγενετο εν τω επανελθειν αυτον λαβοντα την βασιλειαν και ειπεν φωνηθηναι αυτω τους δουλους τουτους οις εδωκεν το αργυριον ινα γνω τις τι διεπραγματευσατο

16 παρεγενετο δε ο πρωτος λεγων κυριε η μνα σου προσειργασατο δεκα μνας

17 και ειπεν αυτω ευ αγαθε δουλε οτι εν ελαχιστω πιστος εγενου ισθι εξουσιαν εχων επανω δεκα πολεων

18 και ηλθεν ο δευτερος λεγων κυριε η μνα σου εποιησεν πεντε μνας

19 ειπεν δε και τουτω και συ γινου επανω πεντε πολεων

20 και ετερος ηλθεν λεγων κυριε ιδου η μνα σου ην ειχον αποκειμενην εν σουδαριω

21 εφοβουμην γαρ σε οτι ανθρωπος αυστηρος ει αιρεις ο ουκ εθηκας και θεριζεις ο ουκ εσπειρας

22 λεγει δε αυτω εκ του στοματος σου κρινω σε πονηρε δουλε ηδεις οτι εγω ανθρωπος αυστηρος ειμι αιρων ο ουκ εθηκα και θεριζων ο ουκ εσπειρα

23 και διατι ουκ εδωκας το αργυριον μου επι την τραπεζαν και εγω ελθων συν τοκω αν επραξα αυτο

24 και τοις παρεστωσιν ειπεν αρατε απ αυτου την μναν και δοτε τω τας δεκα μνας εχοντι

25 και ειπον αυτω κυριε εχει δεκα μνας

26 λεγω γαρ υμιν οτι παντι τω εχοντι δοθησεται απο δε του μη εχοντος και ο εχει αρθησεται απ αυτου

27 πλην τους εχθρους μου εκεινους τους μη θελησαντας με βασιλευσαι επ αυτους αγαγετε ωδε και κατασφαξατε εμπροσθεν μου

28 και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εις ιεροσολυμα

29 και εγενετο ως ηγγισεν εις βηθφαγη και βηθανιαν προς το ορος το καλουμενον ελαιων απεστειλεν δυο των μαθητων αυτου

30 ειπων υπαγετε εις την κατεναντι κωμην εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον εφ ον ουδεις πωποτε ανθρωπων εκαθισεν λυσαντες αυτον αγαγετε

31 και εαν τις υμας ερωτα διατι λυετε ουτως ερειτε αυτω οτι ο κυριος αυτου χρειαν εχει

32 απελθοντες δε οι απεσταλμενοι ευρον καθως ειπεν αυτοις

33 λυοντων δε αυτων τον πωλον ειπον οι κυριοι αυτου προς αυτους τι λυετε τον πωλον

34 οι δε ειπον ο κυριος αυτου χρειαν εχει

35 και ηγαγον αυτον προς τον ιησουν και επιρριψαντες εαυτων τα ιματια επι τον πωλον επεβιβασαν τον ιησουν

36 πορευομενου δε αυτου υπεστρωννυον τα ιματια αυτων εν τη οδω

37 εγγιζοντος δε αυτου ηδη προς τη καταβασει του ορους των ελαιων ηρξαντο απαν το πληθος των μαθητων χαιροντες αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων

38 λεγοντες ευλογημενος ο ερχομενος βασιλευς εν ονοματι κυριου ειρηνη εν ουρανω και δοξα εν υψιστοις

39 και τινες των φαρισαιων απο του οχλου ειπον προς αυτον διδασκαλε επιτιμησον τοις μαθηταις σου

40 και αποκριθεις ειπεν αυτοις λεγω υμιν οτι εαν ουτοι σιωπησωσιν οι λιθοι κεκραξονται

41 και ως ηγγισεν ιδων την πολιν εκλαυσεν επ αυτη

42 λεγων οτι ει εγνως και συ και γε εν τη ημερα σου ταυτη τα προς ειρηνην σου νυν δε εκρυβη απο οφθαλμων σου

43 οτι ηξουσιν ημεραι επι σε και περιβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν

44 και εδαφιουσιν σε και τα τεκνα σου εν σοι και ουκ αφησουσιν εν σοι λιθον επι λιθω ανθ ων ουκ εγνως τον καιρον της επισκοπης σου

45 και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας εν αυτω και αγοραζοντας

46 λεγων αυτοις γεγραπται ο οικος μου οικος προσευχης εστιν υμεις δε αυτον εποιησατε σπηλαιον ληστων

47 και ην διδασκων το καθ ημεραν εν τω ιερω οι δε αρχιερεις και οι γραμματεις εζητουν αυτον απολεσαι και οι πρωτοι του λαου

48 και ουχ ευρισκον το τι ποιησωσιν ο λαος γαρ απας εξεκρεματο αυτου ακουων

19 και εισελθων διηρχετο την ιεριχω

και ιδου ανηρ ονοματι καλουμενος ζακχαιος και αυτος ην αρχιτελωνης και αυτος πλουσιος

και εζητει ιδειν τον ιησουν τις εστιν και ουκ ηδυνατο απο του οχλου οτι τη ηλικια μικρος ην

και προδραμων εις το εμπροσθεν ανεβη επι συκομορεαν ινα ιδη αυτον οτι εκεινης ημελλεν διερχεσθαι

και ως ηλθεν επι τον τοπον αναβλεψας [ο] ιησους ειπεν προς αυτον ζακχαιε σπευσας καταβηθι σημερον γαρ εν τω οικω σου δει με μειναι

και σπευσας κατεβη και υπεδεξατο αυτον χαιρων

και ιδοντες παντες διεγογγυζον λεγοντες οτι παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι

σταθεις δε ζακχαιος ειπεν προς τον κυριον ιδου τα ημισια μου των υπαρχοντων κυριε [τοις] πτωχοις διδωμι και ει τινος τι εσυκοφαντησα αποδιδωμι τετραπλουν

ειπεν δε προς αυτον [ο] ιησους οτι σημερον σωτηρια τω οικω τουτω εγενετο καθοτι και αυτος υιος αβρααμ [εστιν]

10 ηλθεν γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος

11 ακουοντων δε αυτων ταυτα προσθεις ειπεν παραβολην δια το εγγυς ειναι ιερουσαλημ αυτον και δοκειν αυτους οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι

12 ειπεν ουν ανθρωπος τις ευγενης επορευθη εις χωραν μακραν λαβειν εαυτω βασιλειαν και υποστρεψαι

13 καλεσας δε δεκα δουλους εαυτου εδωκεν αυτοις δεκα μνας και ειπεν προς αυτους πραγματευσασθαι εν ω ερχομαι

14 οι δε πολιται αυτου εμισουν αυτον και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντες ου θελομεν τουτον βασιλευσαι εφ ημας

15 και εγενετο εν τω επανελθειν αυτον λαβοντα την βασιλειαν και ειπεν φωνηθηναι αυτω τους δουλους τουτους οις δεδωκει το αργυριον ινα γνοι τι διεπραγματευσαντο

16 παρεγενετο δε ο πρωτος λεγων κυριε η μνα σου δεκα προσηργασατο μνας

17 και ειπεν αυτω ευγε αγαθε δουλε οτι εν ελαχιστω πιστος εγενου ισθι εξουσιαν εχων επανω δεκα πολεων

18 και ηλθεν ο δευτερος λεγων η μνα σου κυριε εποιησεν πεντε μνας

19 ειπεν δε και τουτω και συ επανω γινου πεντε πολεων

20 και ο ετερος ηλθεν λεγων κυριε ιδου η μνα σου ην ειχον αποκειμενην εν σουδαριω

21 εφοβουμην γαρ σε οτι ανθρωπος αυστηρος ει αιρεις ο ουκ εθηκας και θεριζεις ο ουκ εσπειρας

22 λεγει αυτω εκ του στοματος σου κρινω σε πονηρε δουλε ηδεις οτι εγω ανθρωπος αυστηρος ειμι αιρων ο ουκ εθηκα και θεριζων ο ουκ εσπειρα

23 και δια τι ουκ εδωκας μου το αργυριον επι τραπεζαν καγω ελθων συν τοκω αν αυτο επραξα

24 και τοις παρεστωσιν ειπεν αρατε απ αυτου την μναν και δοτε τω τας δεκα μνας εχοντι

25 και ειπαν αυτω κυριε εχει δεκα μνας

26 λεγω υμιν οτι παντι τω εχοντι δοθησεται απο δε του μη εχοντος και ο εχει αρθησεται

27 πλην τους εχθρους μου τουτους τους μη θελησαντας με βασιλευσαι επ αυτους αγαγετε ωδε και κατασφαξατε αυτους εμπροσθεν μου

28 και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εις ιεροσολυμα

29 και εγενετο ως ηγγισεν εις βηθφαγη και βηθανια προς το ορος το καλουμενον ελαιων απεστειλεν δυο των μαθητων

30 λεγων υπαγετε εις την κατεναντι κωμην εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον εφ ον ουδεις πωποτε ανθρωπων εκαθισεν και λυσαντες αυτον αγαγετε

31 και εαν τις υμας ερωτα δια τι λυετε ουτως ερειτε οτι ο κυριος αυτου χρειαν εχει

32 απελθοντες δε οι απεσταλμενοι ευρον καθως ειπεν αυτοις

33 λυοντων δε αυτων τον πωλον ειπαν οι κυριοι αυτου προς αυτους τι λυετε τον πωλον

34 οι δε ειπαν οτι ο κυριος αυτου χρειαν εχει

35 και ηγαγον αυτον προς τον ιησουν και επιριψαντες αυτων τα ιματια επι τον πωλον επεβιβασαν τον ιησουν

36 πορευομενου δε αυτου υπεστρωννυον τα ιματια εαυτων εν τη οδω

37 εγγιζοντος δε αυτου ηδη προς τη καταβασει του ορους των ελαιων ηρξαντο απαν το πληθος των μαθητων χαιροντες αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων

38 λεγοντες ευλογημενος ο ερχομενος ο βασιλευς εν ονοματι κυριου εν ουρανω ειρηνη και δοξα εν υψιστοις

39 και τινες των φαρισαιων απο του οχλου ειπαν προς αυτον διδασκαλε επιτιμησον τοις μαθηταις σου

40 και αποκριθεις ειπεν λεγω υμιν εαν ουτοι σιωπησουσιν οι λιθοι κραξουσιν

41 και ως ηγγισεν ιδων την πολιν εκλαυσεν επ αυτην

42 λεγων οτι ει εγνως εν τη ημερα ταυτη και συ τα προς ειρηνην νυν δε εκρυβη απο οφθαλμων σου

43 οτι ηξουσιν ημεραι επι σε και παρεμβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν

44 και εδαφιουσιν σε και τα τεκνα σου εν σοι και ουκ αφησουσιν λιθον επι λιθον εν σοι ανθ ων ουκ εγνως τον καιρον της επισκοπης σου

45 και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας

46 λεγων αυτοις γεγραπται και εσται ο οικος μου οικος προσευχης υμεις δε αυτον εποιησατε σπηλαιον ληστων

47 και ην διδασκων το καθ ημεραν εν τω ιερω οι δε αρχιερεις και οι γραμματεις εζητουν αυτον απολεσαι και οι πρωτοι του λαου

48 και ουχ ευρισκον το τι ποιησωσιν ο λαος γαρ απας εξεκρεματο αυτου ακουων

19 And Jesus entered and passed through Jericho.

And, behold, there was a man named Zacchaeus, which was the chief among the publicans, and he was rich.

And he sought to see Jesus who he was; and could not for the press, because he was little of stature.

And he ran before, and climbed up into a sycomore tree to see him: for he was to pass that way.

And when Jesus came to the place, he looked up, and saw him, and said unto him, Zacchaeus, make haste, and come down; for to day I must abide at thy house.

And he made haste, and came down, and received him joyfully.

And when they saw it, they all murmured, saying, That he was gone to be guest with a man that is a sinner.

And Zacchaeus stood, and said unto the Lord: Behold, Lord, the half of my goods I give to the poor; and if I have taken any thing from any man by false accusation, I restore him fourfold.

And Jesus said unto him, This day is salvation come to this house, forsomuch as he also is a son of Abraham.

10 For the Son of man is come to seek and to save that which was lost.

11 And as they heard these things, he added and spake a parable, because he was nigh to Jerusalem, and because they thought that the kingdom of God should immediately appear.

12 He said therefore, A certain nobleman went into a far country to receive for himself a kingdom, and to return.

13 And he called his ten servants, and delivered them ten pounds, and said unto them, Occupy till I come.

14 But his citizens hated him, and sent a message after him, saying, We will not have this man to reign over us.

15 And it came to pass, that when he was returned, having received the kingdom, then he commanded these servants to be called unto him, to whom he had given the money, that he might know how much every man had gained by trading.

16 Then came the first, saying, Lord, thy pound hath gained ten pounds.

17 And he said unto him, Well, thou good servant: because thou hast been faithful in a very little, have thou authority over ten cities.

18 And the second came, saying, Lord, thy pound hath gained five pounds.

19 And he said likewise to him, Be thou also over five cities.

20 And another came, saying, Lord, behold, here is thy pound, which I have kept laid up in a napkin:

21 For I feared thee, because thou art an austere man: thou takest up that thou layedst not down, and reapest that thou didst not sow.

22 And he saith unto him, Out of thine own mouth will I judge thee, thou wicked servant. Thou knewest that I was an austere man, taking up that I laid not down, and reaping that I did not sow:

23 Wherefore then gavest not thou my money into the bank, that at my coming I might have required mine own with usury?

24 And he said unto them that stood by, Take from him the pound, and give it to him that hath ten pounds.

25 (And they said unto him, Lord, he hath ten pounds.)

26 For I say unto you, That unto every one which hath shall be given; and from him that hath not, even that he hath shall be taken away from him.

27 But those mine enemies, which would not that I should reign over them, bring hither, and slay them before me.

28 And when he had thus spoken, he went before, ascending up to Jerusalem.

29 And it came to pass, when he was come nigh to Bethphage and Bethany, at the mount called the mount of Olives, he sent two of his disciples,

30 Saying, Go ye into the village over against you; in the which at your entering ye shall find a colt tied, whereon yet never man sat: loose him, and bring him hither.

31 And if any man ask you, Why do ye loose him? thus shall ye say unto him, Because the Lord hath need of him.

32 And they that were sent went their way, and found even as he had said unto them.

33 And as they were loosing the colt, the owners thereof said unto them, Why loose ye the colt?

34 And they said, The Lord hath need of him.

35 And they brought him to Jesus: and they cast their garments upon the colt, and they set Jesus thereon.

36 And as he went, they spread their clothes in the way.

37 And when he was come nigh, even now at the descent of the mount of Olives, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works that they had seen;

38 Saying, Blessed be the King that cometh in the name of the Lord: peace in heaven, and glory in the highest.

39 And some of the Pharisees from among the multitude said unto him, Master, rebuke thy disciples.

40 And he answered and said unto them, I tell you that, if these should hold their peace, the stones would immediately cry out.

41 And when he was come near, he beheld the city, and wept over it,

42 Saying, If thou hadst known, even thou, at least in this thy day, the things which belong unto thy peace! but now they are hid from thine eyes.

43 For the days shall come upon thee, that thine enemies shall cast a trench about thee, and compass thee round, and keep thee in on every side,

44 And shall lay thee even with the ground, and thy children within thee; and they shall not leave in thee one stone upon another; because thou knewest not the time of thy visitation.

45 And he went into the temple, and began to cast out them that sold therein, and them that bought;

46 Saying unto them, It is written, My house is the house of prayer: but ye have made it a den of thieves.

47 And he taught daily in the temple. But the chief priests and the scribes and the chief of the people sought to destroy him,

48 And could not find what they might do: for all the people were very attentive to hear him.