ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:8-14
SBL Greek New Testament
8 Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ [a]ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. 9 τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν [b]τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, [c]ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11 Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα [d]ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. [e]ἀποβαλώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, [f]ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
Read full chapterFootnotes
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:8 ἀλλήλους ἀγαπᾶν WH Treg NIV ] ἀγαπᾶν ἀλλήλους RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:9 τῷ λόγῳ τούτῳ WH Treg NIV ] τούτῳ τῷ λόγῳ RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:9 ἐν τῷ WH Treg RP NA ] – NIV
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:11 ἤδη ὑμᾶς WH NIV ] ἤδη ἡμᾶς Treg; ἡμᾶς ἤδη RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:12 ἀποβαλώμεθα Holmes ] ἀποθώμεθα WH Treg NIV RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:12 ἐνδυσώμεθα δὲ WH Treg NIV ] καὶ ἐνδυσώμεθα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software