ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11:28-12:5
SBL Greek New Testament
28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· 29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ. 30 ὥσπερ [a]γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, 31 οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ [b]νῦν ἐλεηθῶσιν· 32 συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 34 Τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; 35 ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; 36 ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.
12 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν [c]εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν· 2 καὶ μὴ [d]συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ [e]μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ [f]νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως. 4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι [g]πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, 5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, [h]τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη.
Footnotes
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11:30 γὰρ WH Treg NIV ] + καὶ RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11:31 νῦν WH NIV ] – Treg RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:1 εὐάρεστον τῷ θεῷ Treg NIV RP ] τῷ θεῷ εὐάρεστον WH
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 συσχηματίζεσθε WH Treg NIV ] συσχηματίζεσθαι RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 μεταμορφοῦσθε WH Treg NIV ] μεταμορφοῦσθαι RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 νοός WH Treg NIV ] + ὑμῶν RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:4 πολλὰ μέλη WH Treg NIV ] μέλη πολλὰ RP
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:5 τὸ WH Treg NIV ] ὁ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software