ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:12-11:6
SBL Greek New Testament
12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ [a]τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14 [b]λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν [c]καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ [d]ἱππικοῦ [e]δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, [f]ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι [g]ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, [h]οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ [i]προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν [j]δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν, 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν [k]φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
10 Καὶ εἶδον [l]ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ [m]τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός, 2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ [n]βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, 3 καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. 4 καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. 5 καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, 6 καὶ [o]ὤμοσεν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· 7 ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς [p]ἑαυτοῦ δούλους τοὺς προφήτας.
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν [q]λαλοῦσαν μετ’ ἐμοῦ καὶ [r]λέγουσαν· Ὕπαγε λάβε τὸ [s]βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9 καὶ [t]ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ [u]βιβλαρίδιον. καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10 καὶ ἔλαβον τὸ [v]βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
11 Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς [w]καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.
11 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· [x]Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. 2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε [y]ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας [z]τεσσεράκοντα δύο. 3 καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, [aa]περιβεβλημένοι σάκκους.
4 Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς [ab]ἑστῶτες. 5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις [ac]θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. 6 οὗτοι ἔχουσιν [ad]τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν [ae]ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:13 τῶν WH Treg NIV ] + τεσσάρων RP NA
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:14 λέγοντα WH Treg NIV ] λέγουσαν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:15 καὶ WH Treg NIV ] + εἰς τὴν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:16 ἱππικοῦ WH Treg NIV ] ἵππου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:16 δισμυριάδες WH NIV ] δύο μυριάδες Treg; μυριάδες RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:18 ἐκ WH Treg NIV ] ἀπὸ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:19 ὄφεσιν WH Treg NIV ] ὄφεων RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:20 οὐδὲ NIV ] οὐ WH RP; οὔτε Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:20 προσκυνήσουσιν WH Treg NIV ] προσκυνήσωσιν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:20 δύνανται WH Treg NIV ] δύναται RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 9:21 φαρμάκων WH NIV ] φαρμακειῶν Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:1 ἄλλον WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:1 τὴν κεφαλὴν WH Treg ] τῆς κεφαλῆς NIV RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:2 βιβλαρίδιον WH Treg NIV ] βιβλίον RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:6 ὤμοσεν RP ] + ἐν WH Treg NIV
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:7 ἑαυτοῦ δούλους WH Treg NIV ] δούλους αὐτοῦ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:8 λαλοῦσαν WH Treg NIV ] λαλοῦσα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:8 λέγουσαν WH Treg NIV ] λέγουσα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:8 βιβλίον WH Treg NIV ] βιβλιδάριον RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:9 ἀπῆλθα WH NIV ] ἀπῆλθον Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:9 βιβλαρίδιον WH Treg NIV ] βιβλιδάριον RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:10 βιβλαρίδιον WH Treg NIV ] βιβλίον RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10:11 καὶ WH Treg NIV ] + ἐπὶ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:1 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:2 ἔξωθεν WH Treg NIV ] ἔξω RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:2 τεσσεράκοντα Treg ] + καὶ WH NIV RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:3 περιβεβλημένοι NIV RP ] περιβεβλημένους WH Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:4 ἑστῶτες WH Treg NIV ] ἑστῶσαι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:5 θελήσῃ αὐτοὺς WH NIV ] αὐτοὺς θελήσῃ Treg; θέλει αὐτοὺς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:6 τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν WH Treg NIV ] τὸν οὐρανόν ἐξουσίαν κλεῖσαι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:6 ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν WH Treg NIV ] ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software