ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:1-11
SBL Greek New Testament
6 Καὶ εἶδον [a]ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς· [b]Ἔρχου. 2 καὶ [c]εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.
3 Καὶ ὅτε ἤνοιξεν τὴν [d]σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου. 4 καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς [e]καὶ ἵνα ἀλλήλους [f]σφάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ [g]εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. 6 καὶ ἤκουσα [h]ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες [i]κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα [j]φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος· [k]Ἔρχου. 8 καὶ [l]εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει [m]μετ’ αὐτοῦ, καὶ ἐδόθη [n]αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
9 Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν [o]μαρτυρίαν ἣν εἶχον. 10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; 11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα [p]ἀναπαύσονται ἔτι χρόνον [q]μικρόν, ἕως [r]πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ [s]αὐτῶν οἱ μέλλοντες [t]ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:1 ὅτε WH Treg NIV ] ὅτι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:1 Ἔρχου WH Treg NIV ] + καὶ ἴδε RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:2 εἶδον καὶ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:3 σφραγῖδα τὴν δευτέραν WH Treg NIV ] δευτέραν σφραγῖδα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:4 καὶ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:4 σφάξουσιν WH Treg NIV ] σφάξωσιν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:5 εἶδον WH Treg NIV ] ἴδε RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:6 ὡς WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:6 κριθῶν WH Treg NIV ] κριθῆς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:7 φωνὴν WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:7 Ἔρχου WH Treg NIV ] + καὶ ἴδε RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 εἶδον καὶ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 μετ᾽ αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:8 αὐτοῖς WH Treg NIV ] αὐτῷ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:9 μαρτυρίαν WH Treg NIV ] + τοῦ ἀρνίου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 ἀναπαύσονται WH Treg NIV ] ἀναπαύσωνται RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 μικρόν WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 πληρωθῶσιν WH NIV ] πληρώσωσιν Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 αὐτῶν WH Treg NIV ] + καὶ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6:11 ἀποκτέννεσθαι WH Treg NIV ] ἀποκτένεσθαι RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software