ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:8-17
SBL Greek New Testament
8 Καὶ τῷ ἀγγέλῳ [a]τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
9 Οἶδά [b]σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 [c]μηδὲν φοβοῦ ἃ μέλλεις [d]πάσχειν. [e]ἰδοὺ μέλλει [f]βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ [g]ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
13 [h]Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου [i]καὶ ἐν ταῖς [j]ἡμέραις Ἀντιπᾶς, ὁ μάρτυς μου, ὁ πιστός [k]μου, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. 14 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς [l]ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, [m]φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι· 15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν [n]διδαχὴν Νικολαϊτῶν ὁμοίως. 16 μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ’ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω [o]αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
Read full chapterFootnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:8 τῆς Treg NIV RP ] τῷ WH
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:9 σου WH Treg NIV ] + τὰ ἔργα καὶ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 μηδὲν NIV RP ] μὴ WH Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 πάσχειν WH Treg NIV ] παθεῖν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 ἰδοὺ WH Treg NIV] + δή RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 βάλλειν WH Treg NIV ] βαλεῖν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:10 ἕξετε Treg NIV RP ] ἔχητε WH
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 Οἶδα WH Treg NIV ] + τὰ ἔργα σου καὶ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 καὶ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 ἡμέραις WH Treg NIV ] + ἐν αἷς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 μου WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:14 ἐδίδασκεν τῷ WH Treg NIV ] ἐδίδαξεν τὸν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:14 φαγεῖν WH Treg NIV ] καὶ φαγεῖν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:15 διδαχὴν WH ] + τῶν Treg NIV RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:17 αὐτῷ WH Treg NIV ] + φαγεῖν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software