Add parallel Print Page Options

14 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον [a]ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ’ [b]αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν [c]ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· [d]οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν [e]ὑπάγῃ· [f]οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ [g]ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· [h]ἄμωμοί εἰσιν.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 ἑστὸς WH Treg NIV ] ἑστηκὸς RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 αὐτοῦ WH Treg NIV ] + ἀριθμός RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:3 ὡς WH Treg NA ] – NIV RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + εἰσιν RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 ὑπάγῃ NIV RP ] ὑπάγει WH Treg
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + ὑπὸ Ἰησοῦ RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἐν … αὐτῶν οὐχ εὑρέθη WH Treg NIV ] οὐχ εὑρέθη ἐν … αὐτῶν RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἄμωμοί WH NIV ] + γάρ Treg RP