Add parallel Print Page Options

12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, 13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν, 14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν [a]λόγον λαλεῖν.

15 Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· 16 οἱ μὲν ἐξ [b]ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι, 17 οἱ δὲ ἐξ [c]ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου. 18 τί γάρ; πλὴν [d]ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι, 19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ, 20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. 21 ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. 22 εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου— καὶ τί αἱρήσομαι οὐ γνωρίζω· 23 συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ [e]γὰρ μᾶλλον κρεῖσσον, 24 τὸ δὲ ἐπιμένειν [f]ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. 25 καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ [g]παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.

27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν [h]ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, 28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων (ἥτις [i]ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, [j]ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ, 29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), 30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:14 λόγον RP NA ] + τοῦ θεοῦ WH Treg NIV
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:16 ἀγάπης … κεῖμαι WH Treg NIV ] ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου RP
  3. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:17 ἐριθείας … δεσμοῖς μου WH Treg NIV ] ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι RP
  4. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:18 ὅτι WH Treg NIV ] – RP
  5. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:23 γὰρ WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:24 ἐν Treg NIV RP ] – WH
  7. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:25 παραμενῶ WH Treg NIV ] συμπαραμενῶ RP
  8. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:27 ἀκούω WH Treg NIV ] ἀκούσω RP
  9. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:28 ἐστὶν αὐτοῖς WH Treg NIV ] αὐτοῖς μέν ἐστιν RP
  10. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:28 ὑμῶν WH Treg NIV ] ὑμῖν RP