Add parallel Print Page Options

15 Ἐὰν δὲ ἁμαρτήσῃ [a]εἰς σὲ ὁ ἀδελφός σου, [b]ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 ἀμὴν λέγω ὑμῖν, ὅσα [c]ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα [d]ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα [e]ἐν οὐρανῷ. 19 Πάλιν [f]ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο [g]συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.

21 Τότε προσελθὼν [h]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.

23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν [i]προσηνέχθη [j]αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ [k]κύριος πραθῆναι καὶ τὴν [l]γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα [m]ἔχει καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· [n]Μακροθύμησον ἐπ’ [o]ἐμοί, καὶ πάντα [p]ἀποδώσω σοι. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· [q]Ἀπόδος εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος [r]αὐτοῦ παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ’ [s]ἐμοί, καὶ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως [t]οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 ἰδόντες [u]οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ [v]ὀφειλόμενον. 35 Οὕτως καὶ ὁ πατήρ μου ὁ [w]οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν [x]ὑμῶν.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:15 εἰς σὲ Treg NIV RP ] WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:15 ὕπαγε WH Treg NIV ] + καὶ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 ἐὰν WH NIV RP ] ἂν Treg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 ἀμὴν WH Treg RP NA ] NIV
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NIV ] ὑμῶν συμφωνήσωσιν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:21 αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NIV
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 προσηνέχθη NIV RP ] προσήχθη WH Treg
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 αὐτῷ εἷς Treg NIV RP ] εἷς αὐτῷ WH
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 γυναῖκα WH NIV ] + αὐτοῦ Treg RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 ἔχει WH Treg NIV ] εἶχεν RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 Μακροθύμησον WH Treg NIV ] Κύριε Μακροθύμησον RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἐμοί WH NIV RP ] ἐμέ Treg
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἀποδώσω σοι WH Treg NIV ] σοι ἀποδώσω RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:28 Ἀπόδος WH Treg NIV ] + μοι RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 αὐτοῦ WH Treg NIV ] + εἰς τοὺς πόδας αὐτοῦ RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 ἐμοί WH NIV RP ] ἐμέ Treg
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:30 οὗ RP ] – WH Treg NIV
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:31 οὖν WH Treg NIV ] δὲ RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:34 ὀφειλόμενον WH Treg NIV ] + αὐτῷ RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35 οὐράνιος WH Treg NIV ] ἐπουράνιος RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35 ὑμῶν WH Treg NIV ] + τὰ παραπτώματα αὐτῶν RP