ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:28-39
SBL Greek New Testament
28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν [a]κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας [b]αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς· 31 ὥστε [c]τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας [d]κυλλοὺς ὑγιεῖς [e]καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ [f]μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 καὶ [g]παραγγείλας [h]τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν 36 [i]ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας [j]καὶ εὐχαριστήσας ἔκλασεν καὶ [k]ἐδίδου τοῖς [l]μαθηταῖς οἱ δὲ μαθηταὶ [m]τοῖς ὄχλοις. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ [n]τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις. 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια [o]Μαγαδάν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:30 κωφούς, τυφλούς, χωλούς, κυλλούς Holmes ] χωλούς, κυλλούς, τυφλούς, κωφούς WH; χωλούς, τυφλούς, κωφούς, κυλλούς Treg RP; χωλούς, τυφλούς, κυλλούς, κωφούς NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:30 αὐτοῦ WH Treg NIV ] τοῦ Ἰησοῦ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 τὸν ὄχλον WH NIV ] τοὺς ὄχλους Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 κυλλοὺς ὑγιεῖς Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:33 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:35 παραγγείλας WH Treg NIV ] ἐκέλευσεν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:35 τῷ ὄχλῳ WH Treg NIV ] τοῖς ὄχλοις RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 ἔλαβεν WH Treg NIV ] καὶ λαβὼν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 ἐδίδου WH Treg NIV ] ἔδωκεν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 μαθηταῖς WH NIV ] + αὐτοῦ Treg RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:36 τοῖς ὄχλοις WH Treg NIV ] τῷ ὄχλῷ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:37 τὸ … κλασμάτων ἦραν WH Treg NIV ] ἦραν τὸ … κλασμάτων RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:39 Μαγαδάν WH Treg NIV ] Μαγδαλά RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software