Add parallel Print Page Options

14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς 15 εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ [a]λέγοντες· Ποῦ θέλεις [b]ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.

20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα [c]μαθητῶν 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ [d]εἷς ἕκαστος· Μήτι ἐγώ εἰμι, κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ’ ἐμοῦ [e]τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει· 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας.

26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς [f]ἄρτον καὶ [g]εὐλογήσας ἔκλασεν καὶ [h]δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 27 καὶ [i]λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά [j]μου [k]τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· 29 λέγω δὲ [l]ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ [m]διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, [n]ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε [o]ἀπαρνήσομαι. [p]ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανὶ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν [q]ἐκεῖ προσεύξωμαι. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει [r]αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. 39 καὶ [s]προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ. 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται [t]τοῦτο [u]παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν [v]πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς [w]πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν [x]πάλιν. 45 τότε ἔρχεται πρὸς τοὺς [y]μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε [z]τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:17 λέγοντες WH Treg NIV ] αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:17 ἑτοιμάσωμέν WH Treg NIV ] ἑτοιμάσομέν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:20 μαθητῶν WH ] Treg NIV RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:22 εἷς ἕκαστος WH Treg NIV ] ἕκαστος αὐτῶν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:23 τὴν χεῖρα ἐν τῷ τρυβλίῳ WH Treg NIV ] ἐν τῷ τρυβλίῳ τὴν χεῖρα RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 ἄρτον WH Treg NIV ] τὸν ἄρτον RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 εὐλογήσας WH Treg NIV ] εὐχαριστήσας RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:26 δοὺς τοῖς μαθηταῖς WH Treg NIV ] ἐδίδου τοῖς μαθηταῖς καὶ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:27 λαβὼν WH Treg NIV ] + τὸ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 μου WH Treg NIV ] + τὸ RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 τῆς WH NIV ] + καινῆς Treg RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:29 ὑμῖν WH Treg NIV ] + ὅτι RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:31 διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:33 ἐγὼ WH Treg NIV ] + δὲ RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ὁμοίως WH Treg NIV ] + δὲ RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:36 ἐκεῖ προσεύξωμαι WH Treg NIV ] προσεύξωμαι ἐκεῖ RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:38 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:39 προελθὼν WH NIV ] προσελθὼν Treg RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 τοῦτο WH Treg NIV ] + τὸ ποτήριον RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 παρελθεῖν WH Treg NIV ] + ἀπ᾽ ἐμοῦ RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:43 πάλιν εὗρεν αὐτοὺς WH Treg NIV ] εὑρίσκει αὐτοὺς πάλιν RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν ἀπελθὼν WH Treg NIV ] ἀπελθὼν πάλιν RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν WH NIV ] Treg RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 τὸ Treg NIV RP ] WH