Add parallel Print Page Options

Ἐν ἐκείναις ταῖς ἡμέραις [a]πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, [b]προσκαλεσάμενος τοὺς [c]μαθητὰς λέγει αὐτοῖς· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· [d]καί τινες αὐτῶν [e]ἀπὸ μακρόθεν [f]ἥκασιν. καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [g]ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας; καὶ [h]ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά. καὶ [i]παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα [j]παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας [k]αὐτὰ εἶπεν [l]καὶ ταῦτα παρατιθέναι. [m]καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν [n]δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 πάλιν πολλοῦ WH Treg NIV ] παμπόλλου RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 προσκαλεσάμενος WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 καί τινεςWH Treg NIV ] τινὲς γὰρ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἀπὸ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἥκασιν Treg NIV ] εἰσίν WH; ἥκουσιν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:4 ὅτι WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:5 ἠρώτα WH Treg NIV ] ἐπηρώτα RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παραγγέλλει WH Treg NIV ] παρήγγειλεν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παρατιθῶσιν WH Treg NIV ] παραθῶσιν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 αὐτὰ WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 καὶ ταῦτα παρατιθέναι WH Treg NIV ] παραθεῖναι καὶ αὐτά RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:8 καὶ ἔφαγον WH Treg NIV ] Ἔφαγον δέ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:9 δὲ WH NIV ] + οἱ φαγόντες Treg RP