Add parallel Print Page Options

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ [a]ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων [b]ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· 15 ἄλλοι [c]δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι [d]προφήτης ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ [e]ὁ Ἡρῴδης [f]ἔλεγεν· Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος [g]ἠγέρθη.

17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ [h]ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον [i]ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς [j]αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης [k]καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, [l]εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· 23 καὶ ὤμοσεν [m]αὐτῇ· [n]Ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 24 [o]καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· Τί [p]αἰτήσωμαι; ἡ δὲ εἶπεν· Τὴν κεφαλὴν Ἰωάννου τοῦ [q]βαπτίζοντος. 25 καὶ εἰσελθοῦσα [r]εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα [s]ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς [t]ἀνακειμένους οὐκ ἠθέλησεν [u]ἀθετῆσαι αὐτήν· 27 καὶ [v]εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν [w]ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. [x]καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἔλεγον WH NIV ] ἔλεγεν Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἐγήγερται ἐκ νεκρῶν WH Treg NIV ] ἐκ νεκρῶν ἠγέρθη RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 δὲ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 προφήτης WH Treg NIV ] + ἐστίν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἔλεγεν WH Treg NIV ] εἶπεν ὅτι RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἠγέρθη WH NA ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:20 ἠπόρει WH NIV ] ἐποίει Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:21 ἐποίησεν WH Treg NIV ] ἐποίει RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 αὐτῆς τῆς Treg RP ] αὐτοῦ WH NIV
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 καὶ ἀρεσάσης RP ] ἤρεσεν WH Treg NIV
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 εἶπεν ὁ βασιλεὺς NIV RP ] ὁ δὲ βασιλεὺς εἶπεν WH Treg
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:23 αὐτῇ WH Treg NIV RP ] + πολλά NA
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:23 Ὅ τι NIV ] Ὅτι WH; ὅτι Ὃ Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 καὶ WH Treg NIV ] Ἡ δὲ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 αἰτήσωμαι WH Treg NIV ] αἰτήσομαι RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 βαπτίζοντος WH Treg NIV ] βαπτιστοῦ RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:25 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:25 ἐξαυτῆς δῷς μοι WH Treg NIV ] μοι δῷς ἐξαυτῆς RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:26 ἀνακειμένους WH Treg NIV ] συνανακειμένους RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:26 ἀθετῆσαι αὐτήν WH Treg NIV ] αὐτὴν ἀθετῆσαι RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 ἐνέγκαι WH Treg NIV ] ἐνεχθῆναι RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 καὶ WH Treg NIV ] Ὁ δὲ RP